Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νυμφίον εἰς σὲ κόρυσσεν ἁλὸς θυγάτηρ Ἀφροδίτη,
  2. καί σε θάλασσα φύλαξε, καὶ εἰ Παφίης πέλε μήτηρ,
  3. καὶ θάνες ἐν ῥοθίοις ἔτι παρθένος. ἀλλὰ καὶ αὐτὴν
  4. Χαλκομέδην ἐθέλουσαν ὕδωρ κρύψειε θαλάσσης
  5. Μορρέος ἱμείροντος ἀπειρήτην ὑμεναίων,
  6. ὄφρα νέη Βριτόμαρτις ἐγὼ φυγόδεμνος ἀκούσω,
  7. ἥν ποτε πόντος ἔδεκτο καὶ ἔμπαλιν ὤπασε γαίῃ,
  8. Κυπριδίων Μίνωος ἀφειδήσασαν Ἐρώτων.
  9. οὕ με διεπτοίησεν ἐρωμανέων ἐνοσίχθων,
  10. οἷά περ Ἀστερίην φιλοπάρθενον, ἣν ἐνὶ πόντῳ
  11. πλαζομένην ἐδίωκε παλίνδρομον, εἰσόκεν αὐτὴν
  12. ἄστατον ἱππεύουσαν ἀμοιβάδι σύνδρομον αὔρῃ
  13. κύμασιν ἀστυφέλικτον ἐνερρίζωσεν Ἀπόλλων.
  14. δέξό με, δέξο, θάλασσα, φιλοξείνῳ σίο κόλπῳ·
  15. δέχνυσο Χαλκομέδην μετὰ Μηλίδα· δέξο καὶ αὐτὴν
  16. ὁπλοτέρην Βριτόμαρτιν ἀναινομένην ὑμεναίους,
  17. ὄφρα φύγω Μορρῆα καὶ ὑμετέρην Ἀφροδίτην·
  18. Χαλκομέδην ἐλέαιρε, βοηθόε παρθενικάων.
  19. ὣς φαμένη δεδόνητο νόον παρὰ γείτονι πόντῳ·
  20. καί νύ κεν αὐτοκύλιστος ἐδύσατο κῦμα θαλάσσης,