Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ χατέεις ἐπὶ Κύπριν ἀρηγόνος· ὑμετέρης γὰρ
  2. φρουρὸν ἔχεις ἀπέλεθρον ὄφιν χραισμήτορα μίτρης·
  3. ὑμέτερον δὲ Δράκοντα λαβὼν μετὰ φύλοπιν Ἰνδῶν
  4. στηρίξει Διόνυσος ἐν ἀστεροφεγγέι κύκλῳ,
  5. ἄγγελον οὐ λήγοντα τεῆς ἀλύτοιο κορείης,
  6. ἐγγὺς ἑοῦ Στεφάνοιο φεραυγέος, εὖτε τελέσσῃ
  7. ἀστερόεν μέγα σῆμα Κυδωναίης Ἀριάδνης·
  8. Ἀρκτῴῳ δὲ Δράκοντι δράκων τεὸς ἰσοφαρίζων
  9. ἀστράψει μερόπεσσι, συναστράπτων Ὀφιούχῳ.
  10. ὕστερον αἰνήσεις ἁλίην Θέτιν, εὖτε νοήσῃς
  11. ἀστέρα σὸν πυρόεντα συναστράπτοντα Σελήνῃ.
  12. ἔσσο δὲ θαρσήεσσα γάμου χάριν· οὐ γὰρ ἀκοίτης
  13. ἔμπεδον ὑμετέρης ἀναλύσεται ἄμμα κορείης,
  14. οὐ μὰ σὲ καὶ Διόνυσον ἐμῆς ψαύσαντα τραπέζης,
  15. οὐ μὰ σὲ καὶ σέο θύρσα, καὶ εἰναλίην Ἀφροδίτην.
  16. εἶπε παραιφαμένη· νεφέλῃ δʼ ἐκαλύψατο κούρην,
  17. μή μιν ἐσαθρήσωσι φυλάκτορες ἢ σκοπὸς ἀνήρ,
  18. φώριον ἴχνος ἔχων δολίῳ ποδὶ νυκτὸς ὁδίτης,
  19. ἠὲ γυναιμανέων θρασὺς αἰπόλος, ἑσπερίην δὲ
  20. παρθενικὴν ἐρύσειε παρʼ εἰνοδίους ὑμεναίους.