Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- γείτονας Ἠελίοιο τεοὶ κλονέουσιν ὀιστοί·
- οὔ πω μνῆστιν ὄλεσσας ἐλεγχομένων σέο δεσμῶν.
- οὐ Φαέθων με φύτευσε· τί με κλονέεις, Ἀφροδίτη;
- οὐ τέκε Πασιφάη με βοοσκόπος, οὐκ Ἀριάδνης
- γνωτὸς ἐγώ. φθέγξασθε, λίθοι, πετρώδεα φωνήν.
- Χαλκομέδην ποθέω, καὶ ἀναίνεται.ἔρρε, φαρέτρη,
- ἔρρετε, φοίνια τόξα καὶ ἠνεμόεντες ὀιστοί·
- Ἄρης οὔ με σάωσε κορυσσομένης Ἀφροδίτης·
- βαιὸς Ἔρως με δάμασσε, τὸν οὐ κτάνε Βάκχος ἀγήνωρ.
- τοῖα μάτην κατὰ νύκτα δυσίμερος ἔννεπε Μορρεύς.
- οὐδὲ νοοπλανέος πτερὸν εὔνασεν ἡδέος Ὕπνου
- Χαλκομέδην φυγόδεμνον, ἐπεὶ πόθον εἶχεν ὀλέθρου,
- Μορρέα δειμαίνουσα μεμηνότα, μή μιν ἐρύσσας
- θερμὸς ἀνὴρ ζεύξειεν ἀναγκαίοις ὑμεναίοις
- Βάκχου μὴ παρεόντος· Ἐρυθραίῃ δὲ θαλάσσῃ
- ἔννυχον ἴχονς ἔκαμψε καὶ ἴαχε κύματι κωφῷ·
- Μηλίς, ἐπολβίζω σε· σὺ γάρ ποτε, νῆις Ἐρώρων,
- αὐτομάτῃ στροφάλιγγι δέμας ῥίψασα θαλάσσῃ
- λέκτρα γυναιμανέοντος ἀλεύαο Δαμναμενῆος·
- σὸν μόρον ὀλβίζω φιλοπάρθενον· οἰστρομανῆ γὰρ