Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ σὺ τεὸν μετὰ τόξον, Ἔρως, ἄτρακτον ἑλίσσων
- μητέρι νήματα τεῦχε φιληλακάτῳ Κυθερείῃ,
- ὄφρα μετὰ πτερόεντα καὶ ἱστοπόνον σε καλέσσω,
- καὶ μετὰ νεῦρα βόεια θεὸν πυρόεντα νοήσω
- πηνίον ἐξέλκοντα παρὲκ μίτον ἀντὶ βελέμνων.
- χρυσῷ τεῦξον Ἄρηα μετὰ χρυσῆς Ἀφροδίτης
- κερκίδα χειρὶ φέροντα καὶ οὐ πάλλοντα βοείην,
- δίπλακα ποικίλλοντα σὺν ἐργοπόνῳ Κυθερείῃ.
- ἀλλά, θεὰ Κυθέρεια, φιληλακάτων ἀπὸ χειρῶν
- ῥῖπτε μίτους ἀνέμοισι καὶ ἄμφεπε κεστὸν ἱμάντα,
- συζυγίης δʼ ἀλέγιζε τὸ δεύτερον· ἀρχέγονος γὰρ
- πλάζεται εἰσέτι κόσμος, ἕως ἔτι πέπλον ὑφαίνεις.
- ὣς φαμένου μείδησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
- καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος
- αἰδομένη γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου
- ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης·
- καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ
- σπείρων εὐαρότοιο λεχώιον ἄντυγα κόσμου.
- τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν
- ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην,