Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ.
  2. Ἀλλ' ὅτε δὴ κόρος ἔσκε φιλακρήτοιο τραπέζης,
  3. οἶνον ἀναβλύζοντες ἐρημάδι κάππεσον εὐνῇ·
  4. οἱ μὲν δαιδαλέης ἐπὶ νεβρίδος, οἱ δʼ ἐπὶ φύλλων
  5. πεπταμένων, ἕτεροι δὲ χυτῆς ἐφύπερθε κονίης
  6. δέρμασιν αἰγείοισιν ἐπεστορέσαντο χαμεύνην·
  7. ἄλλοι δʼ ἐργεμόθοισιν ἐφωμίλησαν ὀνείροις,
  8. χάλκεον ἁπλώσαντες ἐνυαλίῳ δέμας ὕπνῳ,
  9. ὧν ὁ μὲν Ἰνδὸν ἔβαλλε καθήμενον ὑψόθεν ἵππου,
  10. ἄλλος δʼ Ἰνδὸν ἔνυξε κατ' αὐχένος, ὃς δὲ δαΐζων
  11. ἄορι πεζὸν ἔτυψεν, ὁ δʼ οὔτασε Δηριαδῆα·
  12. ἄλλος δʼ ἠερόφοιτον ἑὸν βέλος ὑψόσε πέμπων
  13. ἠλιβάτους ἐλέφαντας ὀνειρείῳ βάλεν ἰῷ.
  14. Πορδαλίων δὲ γένεθλα καὶ ἄργια φῦλα λεόντων
  15. καὶ κύνες ἀγρευτῆρες ἐρημονόμου Διονύσου
  16. εἶχον ἀμοιβαίης φυλακῆς ἄγρυπνον ὀπωπήν,
  17. πάννυχον ἐγρήσσοντες ὀρειάδος ἔνδοθεν ὕλης,
  18. μή σφιν ἐπαΐξειε μελαινομένων μόθος Ἰνδῶν·
  19. καὶ δαΐδες στοιχηδὸν ἐπαστράπτεσκον Ὀλύμπῳ,
  20. Βακχιάδος λαμπτῆρες ἀκοιμήτοιο χορείης.