Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰπέ μοι, ἰοχέαιρα, τεῆς πότε μεσσόθεν ὕλης
- εἶδες ὀιστεύουσαν ἥ ἀγρώσσουσαν Ἀθήνην;
- τίς καλέει γλαυκῶπιν, ὅτʼ ὠδίνουσι γυναῖκες;
- ὣς φαμένης ἀγέροντο θεοὶ ναετῆρες Ὀλύμπου,
- ἱστὸν ἰδεῖν ἐθέλοντες ἐποιχομένην Ἀφροδίτην.
- καὶ καμάτους ὁρόωντες ἀπειρομόθου Κυθερείης
- θαμβαλέοι νόθον ἔργον ἐκυκλώσαντο θεαίνης·
- καὶ γελόων ἀγόρευε πάλιν φιλοκέρτομος Ἑρμῆς·
- ἱστὸν ἔχεις, Κυθέρεια· τεὸν λίπε κεστὸν Ἀθήνῃ.
- εἰ μίτον ἀμφαφάᾳς εἰ κερκίδα χερσὶ τιταίνεις,
- καὶ δόρυ θοῦρον ἄειρε καὶ αἰγίδα Τριτογενείης.
- οἶδα, πόθεν, Κυθέρεια, πολύκροτον ἱστὸν ὑφαίνεις,
- σὸς δόλος οὔ με λέληθε· τεὸς τάχα νυμφίος Ἄρης
- εἰς γάμον ἱμερόεντας ἀπαιτίζει σε χιτῶνας.
- Ἄρεῖ πέπλον ὕφαινε· νεοκλώστῳ δʼ ἐνὶ πέπλῳ
- ἀσπίδα μή ποίκιλλε· τί γὰρ σακέων Ἀφροδίτῃ;
- τεῦχε τεῆς Φαέθοντα φεραυγέα μάρτυρον εὐνῆς,
- φώριον ἀγγέλλοντα τεῶν συλήτορα λέκτρων·
- ἢν ἐθέλῃς, ποίκιλλε καὶ ἀρχαίους σέο δεσμούς,
- καὶ θεὸν ἀσκήσειε νόθον πόσιν αἰδομένη χείρ·