Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παπταίνων ἀλόχευτον ἀνήροτον αὔλακα κόσμου.
  2. οὐ τότε φορμίγγων ἐρόεις κτύπος, οὐ τότε σύριγξ,
  3. οὐ λιγὺς αὐλὸς ἔμελπεν Ὑμὴν Ὑμέναιε λιγαίνων·
  4. ἀλλὰ βίου μινύθοντος ἱμασσομένης τε γενέθλης
  5. συζυγίης ἀλύτοιο μετωχλίσθησαν ὀχῆες.
  6. καὶ Παφίην φιλόμοχθον ἴδεν ταλαεργὸς Ἀθήνη,
  7. καὶ χόλον εἶχε γέλωτι μεμιγμένον, ὡς ἴδε μακρὴν
  8. τρηχαλέην μήρινθον ἀπειροπόνου Κυθερείης·
  9. ἀθανάτοις δʼ ἤγγειλε· βαρυζήλῳ δὲ μενοινῇ
  10. ἔννεπε, μεμφομένη καὶ Κύπριδι καὶ γενετῆρι·
  11. σὴ δόσις ἀλλοπρόσαλλος ἀμείβεται, οὐράνιε Ζεῦ·
  12. οὐκέτι Μοιράων μεθέπω δόσιν· ἱστοπόνος γὰρ
  13. κλῆρον ἐμὸν σύλησε τεὴ θυγάτηρ Ἀφροδίτη.
  14. κλῆρον Ἀθηναίς οὐχ ἥρπασε δεσπότις Ἥρη,
  15. γνωτὴ καὶ παράκοιτις ἐμοῦ Διός, ἀλλὰ χαλέπτει
  16. ἐκ γενετῆς σακέεσσι κορυσσομένην Ἀγελείην
  17. ἡ ταμίη θαλάμων, ἁπαλὴ θεός. ὑμετέρου δὲ
  18. ἀπτόλεμος Κυθέρεια πότε προμάχιζεν Ὀλύμπου,
  19. ἠὲ τίνας Τιτῆνας ἀπώλεσε θήλει κεστῷ,
  20. ὅττι μετὰ πτολέμους με βιάζεται; ἀλλὰ καὶ αὐτὴ