Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ χατέεις δὲ γάλακτος ἔχων εὔοδμον ἐέρσην,
  2. νέκταρος οὐρανίου χθόνιον τύπον, οἷον ἀφύσσων
  3. Ζῆνα μέγαν κατʼ Ὄλυμπον ἐυφραίνει Γανυμήδης.
  4. ἀρχαίου δὲ γάλακτος ἔα πόθον· ἀρτιτόκων γὰρ
  5. μαζῶν θλιβομένων χιονώδεες ἰκμάδες αἰγῶν
  6. ἀνέρας οὐ τέρπουσι καὶ οὐ λύουσι μερίμνας.
  7. ὥς εἰπὼν νομίης ξεινήια δῶκε τραπέζης
  8. μητέρα λυσιπόνοιο μέθης εὔβοτρυν ὀπώρην·
  9. καί μιν ἅναξ ἐδίδαξε φιλάνθεμον ἔργον ἀλωῆς
  10. κλήματα γυρώσαντα φυτῶν εὐαλδέι βόθρῳ,
  11. γηραλέου τμήξαντα τεθηλότος ἄκρα κορύμβου,
  12. βότρυος οἰνοτόκοιο νέους ὅρπηκας ἀέξειν.
  13. Καλλείψας δὲ νομῆα κ ὶ ἀγριάδος ῥάχιν ὕλης
  14. εἰς ἑτέρην ἔσπευδεν ὀρειάδα φύλοπιν Ἰνδῶν·
  15. καὶ Σατύρων ὁμόφοιτον ὀρίδρομον ἴχνος ἐπείγων
  16. ἀμφιπόλοις παλίνορσος ὁμίλεε θυιάσι Βάκχαις.
  17. διψώων δὲ φόνοιο καὶ εὐθύρσοιο κυδοιμοῦ,
  18. Τυρσηνῆς βαρύδουπον ἔχων σάλπιγγα θαλάσσης,
  19. πομπὸν Ἐνυαλίοιο μέλος μυκήσατο κόχλῳ,
  20. λαὸν ἀολλίζων· βριαροὺς δʼ ἐμέθυσσε μαχητάς,