Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θερμοτέροις ἐς Ἄρηα νοήμασιν ἀνέρας ἕλκων
  2. Ἰνδῴης ὀλετῆρας ἀβακχεύτοιο γενέθλης.
  3. τοὺς μὲν ἄναξ Διόνυσος ἐκόσμεεν εἰς μόθον Ἰνδῶν·
  4. Ἀστράεις δʼ ἀκίχητος ἰὼν ἤγγειλεν Ὀρόντῃ
  5. Ἰνδῶν δοῦλα γένεθλα καὶ ἴαχε πενθάδι φωνῇ·
  6. γαμβρὲ δοριθρασέος μενεδήιε Δηριαδῆος,
  7. κλῦθι, καὶ εἰσαΐων μὴ χώεο· καί σε διδάξω
  8. νίκην φαρμακόεσσαν ἀθωρήκτου Διονύσου.
  9. Ἰνδοῖς καὶ Σατύροισιν ἕην μόθος· ἔβρεμε δοχμὴ [*](ἔβρεμε δ’ ἠχὴν L, δ’ ὀχὴν Μ, δοχὴν F corr. δοχμὴ: Ludwich δ’ αἰχμή.)
  10. Βασσαρίδων, καὶ λαὸς ἐμὸς κεκόρυστο Λυαίῳ
  11. ἀστράπτων σακέεσσιν, ἀκοντοφόρους δὲ δοκεύων
  12. Λυδὸς ἀνὴρ πολύιδρις ἐμοὺς ἔφριξε μαχητάς·
  13. ἵστατο δʼ ἀπτολέμων Σατύρων πρόμος, οὐ δόρυ χάρμης
  14. χειρὶ φέρων, οὐ γυμνὸν ἔχων ξίφος, οὐδʼ ἐπὶ νευρῇ
  15. εἰς σκοπὸν ἰθυκέλευθον ὑπηνέμιον βέλος ἕλκων·
  16. ἀλλὰ κέρας βοὸς εἶχεν, ἐνὶ γλαφυρῇ δὲ κεραίῃ
  17. φάρμακον ὑγρὸν ἄειρε, καὶ ἀργυρέου ποταμοῖο
  18. εἰς προχοὰς δολόεσσαν ὅλην κατέχευεν ἐέρσην
  19. ἰκμάδι φοινίξας γλυκερὸν ῥόον· ἐκ δὲ κυδοιμοῦ
  20. καύματι διψώοντες, ὅσοι πίον αἴθοπες Ἰνδοί,