Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὥπλισεν Ἡρακλῆι· χύδην δʼ ἐπέβαλλε τραπέζῃ
- εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης
- Βρόγγος, ἔχων μίμημα φιλοστόργοιο νομῆος,
- πλεκτοῖς ἐν ταλάροις νεοπηγέα τυρὸν ἀείρων,
- ἰκμαλέον, τροχόεντα· θεὸς δʼ ἐγέλασσε δοκεύων
- ἀγρονόμων λιτὰ δεῖπνα, φιλοξείνῳ δὲ νομῆι
- ἵλαον ὄμμα φέρων ὀλίγης ἔψαυσε τραπέζης
- δαρδάπτων ἀκόρητος· ἀεὶ δʼ ἐμνώετο κείνης
- εἰλαπίνην ἐλάχειαν ἀναιμάκτοιο τραπέζης
- μητρὸς ἑῆς παρὰ δόρπον, ὀρεσσαύλοιο Κυβήλης.
- καὶ κραναοὺς πυλεῶνας ἐθάμβεε κυκλάδος αὐλῆς,
- πῶς φύσις ἐργοπόνος δόμον ἔγλυφε, πῶς δίχα τέχνης
- ἀντιτύποις κανόνεσσιν ἐτορνώθησαν ἐρίπναι.
- ἀλλʼ ὅτε Βάκχος ἅναξ νομίης ἐκορέσσατο φορβῆς,
- δὴ τότε δαιμονίῳ δεδονημένος ἄσθματι Βάκχου
- ἀγρονόμος σύριζεν ἐθήμονι Πανὸς ἀοιδῇ
- Βρόγγος, ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης,
- ὑμνείων Διόνυσον· ὁ δὲ φρένα τέρπετο μολπῇ,
- καὶ κεράσας κρητῆρι νεόρρυτον ἰκμάδα ληνοῦ·
- δέξο, γέρον, τόδε δῶρον, ὅλης ἄμπαυμα μερίμνης·