Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- χεύμασιν ἀφνειοῖσι Διιπετὲς οἶδμα κυλίνδων
- Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,
- ἀργυρέου δαπέδοιο περιξύων κενεῶνα.
- ἔνθα διαστείχοντα βαθυπλούτῳ παρὰ πέτρῃ
- βουκεράοις Σατύροισιν ὁμήλυδα πεζὸν ὁδίτην
- Βάκχον ἀνὴρ ἄγραυλος ἐρημάδι δέκτο καλιῇ,
- Βρόγγος, ἀδωμήτων ὀρεσίδρομος ἀστὸς ἐναύλων,
- γηγενέων ἀχάρακτον ὑπὸ κρηπῖδα θεμέθλων
- ναίων οἶκον ἄοικον· ἐυφροσύνης δὲ δοτῆρα
- αἰγὸς ἀμελγομένης κεράσας χιονωπὸν ἐέρσην
- ξεινοδόκος γλαγόεντι ποτῷ μειλίξατο ποιμὴν
- εἴδασιν οὐτιδανοῖσι καὶ ἀγραύλοισι κυπέλλοις,
- καὶ μίαν εἰροπόκων ὀίω ἀνελύσατο μάνδρης,
- ὄφρά κε δαιτρεύσειε θυηπολίην Διονύσῳ·
- ἀλλὰ θεὸς κατέρυκε· γέρων δʼ ἐπεπείθετο Βάκχου
- νεύμασιν ἀτρέπτοισιν,ὄιν δʼ ἄψαυστον ἐάσας
- ποιμενίην τινὰ δαῖτα θελήμονι θῆκε Λυαίῳ,
- τεύχων δεῖπνον ἄδειπνον ἀδαιτρεύτοιο τραπέζης,
- οἷα Κλεωναίοιο φατίζεται ἀμφὶ Μολόρκου
- κεῖνα, τά περ σπεύδοντι λεοντοφόνους ἐς ἀγῶνας