Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠέλιον πυρόεντα πολυσπερέων μέσον ἄστρων.
  2. καὶ στρατιῆς ἀσίδηρον ἄναξ ὥπλισσεν Ἐνυώ,
  3. οὐ ξίφος, οὐ μελίην θανατηφόρον, ἀντὶ δὲ χαλκοῦ
  4. κισσὸν ἔχων ἄρρηκτον ἑὸν δόρυ· καί μιν ἑλίσσων
  5. Ἀσίδος ἐν πολίεσσι, καὶ Ἀσίδος ἐν χθονὶ πήξας
  6. ἄγριον ἡνιόχευε Κυβηλίδος ἅρμα θεαίνης
  7. ἡμερίδων τελαμῶνι, κατάσκιον ἥλικι κισσῷ
  8. ἀνθοκόμῳ μάστιγι μετήλυδα δίφρον ἱμάσσων·
  9. ἠῴην δʼ ἐμέθυσσε Μαρωνίδι γαῖαν ὀπώρῃ.
  10. καὶ Βρομίῳ συνάεθλος ὅλος στρατὸς ἔρρεε Βάκχων,
  11. θάρσος ἔχων προτέροιο μόθου χάριν, ὁππότε δισσῷ
  12. ἡδυμανὴς ἀσίδηρος ὁμόζυγι πήχεϊ μάρψας
  13. ἔμφρονα νεκρὸν ἄναυδον, ἐνόπλιον Ἰνδὸν ἀείρων,
  14. Σειληνὸς βαρύγουνος ἐχάζετο νωθρὸς ὁδίτης·
  15. ὁππότε κωμάζουσα ποδῶν διδυμάονι ῥυθμῷ
  16. Βακχιὰς ἀκρήδεμνος ἐπεκροτάλιζε Μιμαλλὼν
  17. Ἰνδὸν ἔτι κνώσσοντα, περισφίγξασα δὲ δειρὴν
  18. ληίδα θηρεύουσα μάχης αὐτόσσυτον ἄγρην ---
  19. ἐκ πόλιος δὲ πόληα μετήιεν, ἀγχιπόρου δὲ
  20. ἤλυθεν εἰς Ἀλύβης πέδον ὄλβιον, ὁππόθι γείτων