Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀγχινεφὴς Κρονίοισιν ἐπέβρεμεν οὔασιν ἠχὼ
- κουροσύνην Κρονίωνος ὑποκλέπτουσα βοείαις·
- καὶ πρόμος ἡγεμόνευε χοροπλεκέων Κορυβάντων
- Πύρριχος Ἰδαῖός τε σακέσπαλος, οἷς ἅμα βαίνων
- Κνώσσιος αἰόλα φῦλα παρώνυμος ὥπλισε Κύρβας.
- καὶ φθονεροὶ Τελχῖνες ἐπήλυδες εἰς μόθον Ἰνδῶν
- ἐκ βυθίου κενεῶνος ἀολλίζοντο θαλάσσης·
- καὶ δολιχῇ παλάμῃ δονέων περιμήκετον αἰχμὴν
- ἦλθε Λύκος, κάμῃ Σκέλμις ἐφέσπετο Δαμναμενῆι
- πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης,
- Τληπολέμου μετὰ γαῖαν ἁλιπλανέες μετανάσται,
- δαίμονες ὑγρονόμοι μανιώδεες, οὓς πάρος αὐτοὶ
- πατρῴης ἀέκοντας ἀποτμήξαντες ἀρούρης
- Θρῖναξ σὺν Μακαρῆι καὶ ἀγλαὸς ἤλασεν Αὔγης,
- υἱέες Ἠελίοιο· διωκόμενοι δὲ τιθήνης
- χερσὶ βαρυζήλοισιν ἀρυόμενοι Στυγὸς ὕδωρ
- ἄσπορον εὐκάρποιο Ῥόδου ποίησαν ἀλωήν,
- ὕδασι Ταρταρίοισι περιρραίνοντες ἀρούρας.
- τοῖς ἔπι Κενταύρων διφυὴς πρηεῖα γενέθλη·
- ἵππιον εἶδος ἔχοντι Φόλῳ συνομάρτεε Χείρων