Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλοφυής, ἀδάμαστος, ἔχων ἀχάλινον ὑπήνην.
  2. Κυκλώπων δὲ φάλαγγες ἐπέρρεον· ὧν ἐνὶ χάρμῃ
  3. χερσὶν ἀθωρήκτοισιν ἀκοντίζοντο κολῶναι
  4. ἔγχεα πετρήεντα, καὶ ἀσπίδες ἦσαν ἐρίπναι,
  5. καὶ σκοπιὴ λοφόεσσα χαραδραίη πέλε πήληξ,
  6. καὶ Σικελοὶ σπινθῆρες ἔσαν φλογόεντες ὀιστοί·
  7. καὶ σέλας αἰθύσσοντες ἐθήμονος ἐσχαρεῶνος
  8. πυρσοφόροις παλάμῃσιν ἐθωρήσσοντο μαχηταί,
  9. Βρόντης τε Στερόπης τε καὶ Εὐρύαλος καὶ Ἐλατρεὺς
  10. Ἄργης τε Τράχιός τε καὶ αὐχήεις Ἁλιμήδης.
  11. ἀλλὰ τόσος καὶ τοῖος ἐλείπετο μοῦνος Ἐνυοῦς
  12. ἀγχινεφὴς Πολύφημος, ἀπόσπορος ἐννοσιγαίου,
  13. ὅττί μιν ὑγροκέλευθος ἐρήτυεν αὐτόθι μίμνειν
  14. ἄλλος Ἔρως πολέμοιο φιλαίτερος· εἰσορόων γὰρ
  15. ἡμιφανῆ Γαλάτειαν ἐπέκτυπε γείτονι πόντῳ,
  16. νυμφιδίῃ σύριγγι χέων φιλοπάρθενον ἠχώ.
  17. καὶ σκοπέλων ναετῆρες ἀπʼ αὐτορόφοιο μελάθρου,
  18. οὔνομα Πανὸς ἔχοντες, ἐρημονόμου γενετῆρος,
  19. Πᾶνες ἐθωρήχθησαν ὁμήλυδες, ὧν ἐπὶ μορφῇ
  20. ἀνδρομέῃ κεκέραστο δασύτριχος αἰγὸς ὀπωπή·