Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πάντοθεν ἠγερέθοντο. καὶ ὑψόθεν εἰς χθόνα Λυδῶν
  2. ἀπλανὲς ἴχνος ἄγουσα μετάρσιος ἵκετο Ῥείη·
  3. καὶ νυχίην παλίνορσος ἐκούφισε μύστιδα πεύκην
  4. Μυγδόνι θερμαίνουσα τὸ δεύτερον ἠέρα πυρσῷ.
  5. ἀλλὰ μετὰ βροτέην προμάχων ἡρωίδα φύτλην
  6. καὶ στρατιὴν ζαθέην με διδάξατε, Φοιβάδες αὖραι.
  7. πρῶτα μὲν ἐκ Λήμνοιο πυριγλώχινος ἐρίπνης
  8. φήμη ἀελλήεσσα Σάμου παρὰ μύστιδι πεύκῃ
  9. υἱέας Ἡφαίστοιο δύω θώρηξε Καβείρους,
  10. οὔνομα μητρὸς ἔχοντας ὁμόγνιον, οὓς πάρος ἄμφω
  11. οὐρανίῳ χαλκῆι τέκε Θρήισσα Καβειρώ·
  12. Ἄλκων Εὐρυμέδων τε, δαήμονες ἐσχαρεῶνος.
  13. καὶ βλοσυροὶ Κρήτηθεν ἀολλίζοντο μαχηταὶ
  14. δάκτυλοι Ἰδαῖοι, κραναῆς ναετῆρες ἐρίπνης,
  15. Γηγενέες Κορύβαντες ὁμήλυδες, ὧν ποτε Ῥείῃ
  16. ἐκ χθονὸς αὐτοτέλεστος ἀνεβλάστησε γενέθλη·
  17. οἳ βρέφος ἀρτιλόχευτον ἀεξιτόκῳ παρὰ πέτρῃ
  18. Ζῆνα φερεσσακέεσσιν ἐμιτρώσαντο χορείαις,
  19. κῶμον ἀνακρούοντες ὀρίκτυπον ἠπεροπῆα,
  20. ἠέρα βακχεύοντες· ἀρασσομένοιο δὲ χαλκοῦ