Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν
  2. χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι.
  3. καὶ Φρύγες ἐστρατόωντο παρʼ ἐγρεμόθων στίχα Λυδῶν,
  4. οἵ τʼ ἔλαχον Βούδειαν, ἀειδομένην τε πολίχνην
  5. δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης,
  6. οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις
  7. Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ,
  8. καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς
  9. χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς·
  10. τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν
  11. γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης.
  12. τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην,
  13. Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης·
  14. ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς,
  15. ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ,
  16. καὶ δρύες ἐκρύφθησαν, ἀκανθοφόροις τʼ ἐνὶ βήσσαις
  17. διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι,
  18. ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ
  19. καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων,
  20. Πρίασος Ἀονίης μετανέσσατο κόλπον ἀρούρης,