Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ·
- αἰεὶ δʼ ἀλλοδαποῖσι παρʼ ἀνδράσι δάκρυα λείβων
- μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν,
- Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
- ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην
- Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων
- κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ·
- καὶ ῥόον ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ
- εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης,
- καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι·
- καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσας
- Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην,
- καὶ γενέτην βαρύγουνον ἀπήμονι πήχεος ὁλκῷ
- νόστιμος ἀγκὰς ἔμαρψεν, ὃν εὐσεβέων χάριν ἔργων
- Ζεὺς μέγας ὀμβρήεντος ἀνεζώγρησεν ὀλέθρου,
- Βρόμβιον ὃν καλέουσιν· ἀπὸ Φρυγίοιο δὲ κόλπου
- Πρίασον αὐχήεντες ἐκυκλώσαντο μαχηταί.
- Ἀστερίου δʼ ἀπάνευθε ἑοῦ γενέταο μολόντος
- ἀρτιθαλὴς Μίλητος ὁμόστολος ἵκετο Βάκχῳ
- Καῦνον ἔχων συνάεθλον ἀδελφεόν, ὃς τότε Καρῶν