Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ
- αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην
- γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶξε δὲ κάμνων
- ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ·
- καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ,
- ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς,
- καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ
- ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ,
- οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ.
- ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών.
- τοὺς δὲ λίγα κροτέοντας ὑπʼ εὐρύθμῳ χθόνα ταρσῷ
- καὶ Στάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν·
- καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων
- τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει
- εἰς χορόν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων·
- τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην
- Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ,
- ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ·
- καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων,
- καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί,