Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ πρὸς ἕκαστον δ’ ἂν οὐ μόνον τῶν ἐκ τοῦ διαβόλου, ἀλλὰ καὶ τῶν ἐκ τοῦ θεοῦ ὑγιῶς λεχθείη τὸ »Τὰς ἐπιθυμίας τοῦ »πατρὸς ὑμῶν θέλετε ποιεῖν«. λέγονται γάρ τινες εἶναι καὶ θεοῦ
ἐπιθυμίαι, ὀνομαζομένων 〈οὕτως〉 αὐτοῦ τῶν βουλήσεων.ἐν γοῦν ὀκτωκαιδεκάτῳ ψαλμῷ | εἴρηται· »Τὰ κρίματα κυρίου ἀληθινά, »δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον »πολύν«. κἄν, ὥς τινα δὴ τῶν ἀντιγράφων ἔχει, ᾖ »τὰ ἐπιθυμήματα »ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν«, φήσεις ὅτι τὰ ἐπιθυμήματα τοῦ ἐπιθυμῆσαί τινα αὐτῶν ἄξιά ἐστιν, ὡς τὰ εὐλογητὰ τοῦ εὐλογεῖσθαι, καὶ τὰ ἀγαπητὰ τοῦ ἀγαπᾶσθαι.
ὥσπερ οὖν τὰ εὐλ̣ογήματα μᾶλλον ὑπὸ θεοῦ εὐλογεῖται καὶ τὰ ἀγαπητὰ μᾶλλον ὑπὸ θεοῦ ἀγαπᾶται, οὕτω καὶ τὰ ἐπιθυμήματα μᾶλλον ἂν ὑπὸ θεοῦ εὐλογώτερον ἐπιθυμηθείη, εὐγνωμονέστερον ἡμῶν ἀκουόντων, ὡς προειρήκαμεν, τῆς ἐπιθυμίας. καὶ ὁ σωτὴρ δέ φησιν· »Ἐπιθυμίᾳ ἐπεθύμησα »τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν«.
περὶ δὲ τοῦ καὶ φαύλην εἶναι ἐπιθυμίαν ἤρκει μὲν καὶ τὸ ἐν χερσὶν ῥητόν· οὐδὲν δὲ ἧττον παραθετέον καὶ τὸ »Ὃς ἂν ἐμβλέψῃ γυναῖκα πρὸς »τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ«. οὐ πάντως δὲ ὁ ἐπιθυμῶν ἀπόντος ἐπιθυμεῖ, ὡς οὐδὲ ὁ βουλόμενος πάντως τὰ ἀπόντα βούλεται.
τοῦτο δὲ προεθεραπεύσαμεν διὰ τὰ ἐπιθυμήματα τοῦ θεοῦ καὶ τὰς τῶν τελείων ἐπιθυμίας.