Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Πᾶς οὖν υἱός τινος τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ πᾶς υιός τίνος ποιεῖ τὰ ἔργα τοῦ πατρὸς αὐτοῦ. οὕτω γὰρ καὶ ὁ σωτὴρ τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ ποιεῖ τὰ ἔργα τοῦ πατρὸς ἑαυτοῦ.

καὶ »ὁ ἄνθρωπος τῆς »ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας« τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ ποιεῖ τὰ ἔργα τοῦ πατρὸς ἑαυτοῦ. καὶ ἐφ’ ἡμῶν δὲ τῶν ἀνθρώπων πάντως τὰ ἔργα ἤτοι θεοῦ ἐστιν ἢ διαβόλου, καὶ ἃ θέλομεν ποιεῖν ἤτοι ἐπιθυμία ἐστὶν τοῦ ἀγαθοῦ ἐν οὐρανοῖς πατρὸς ἡμῶν ἢ τοῦ ἐχθροῦ αὐτῷ διαβόλου.

καὶ εἰ μὲν ποιοῦμεν τὰ ἔργα τοῦ θεοῦ καὶ θέλομεν τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖν, υἱοί ἐσμεν τοῦ θεοῦ· εἰ δὲ τὰ τοῦ διαβόλου πράττομεν, θέλοντες ἃ ἐκεῖνος ἐπιθυμεῖ ποιεῖν, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐσμέν.

ἐπιστήσωμεν οὖν μὴ μόνον οἷς ποιοῦμεν, ἀλλὰ καὶ οἷς θέλομεν. αὔταρκες γὰρ εἰς τὸ εἶναι τοῦ διαβόλου υἱὸν τὸ κἂν θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας· καὶ τάχα διὰ

τοῦτο μετὰ τὸ » Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν« εἴρηται τὸ » Τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« , ἵνα μάθωμεν ὅτι εἰ καὶ μόνον θέλομεν ποιεῖν ἅπερ ἐπιθυμεῖ ὁ διάβολος, χρῆματιοῦμεν διαβόλου υἱοί.

πιθανώτατα δ’ ἄν τις πρὸς ταῦτα λέγοι ὡς ἄρα ἀρκεῖ πρὸς τὸ εἶναι υἱὸν θεοῦ τὸ θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας, κἂν μὴ προσῇ τούτῳ ⟨τὸ⟩ ποιεῖν τὰ ἔργα τοῦ θεοῦ.