Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

διόπερ ἀναγκαῖόν ἐστιν ἐφιστάνειν ἡμᾶς πᾶσιν οἷς θέλομεν ποιεῖν καὶ ἐξετάζειν μήποτε ὃ θέλομεν ποιεῖν ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν ἐστιν· ἵνα | ἐκ τοῦ τεθεωρηκέναι τὰ ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν παυσώμεθα θέλειν ποιεῖν ἐκεῖνα, εἰδότες πάντα τὸν θέλοντα ποιεῖν τὰς τοῦ διαβόλου

ἐπιθυμίας ἐκ πατρὸς μὲν οὐδαμῶς εἶναι θεοῦ, διαβόλου δὲ γεγονέναι τέκνον, καὶ ἀπὸ τοῦ ἐθέλειν ποιεῖν τὰς ἐπιθυμίας τοῦ χείρονος μορφούμενον καὶ κατ’ εἰκόνα γινόμενον τοῦ πονηροῦ πατρός, ἀφ’ οὗ ἔρχονται καὶ τυποῦνται αἱ ἐκείνου τοῦ χοϊκοῦ εἰκόνες.

πρῶτος γὰρ χοϊκὸς ἐκεῖνος, τῷ πρῶτος ἀποπεπτωκὼς τῶν κρειττόνων καὶ ἐπιτεθυμηκὼς ἑτέρας παρὰ τὴν κρείττονα ζωῆς ζωὴν ἄξιος γεγονέναι τοῦ ἀρχὴν αὐτὸν εἶναι οὔτε κτίσματος οὔτε ποιήματος ἀλλὰ »πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων »αὐτοῦ«. καὶ ἡμῶν δὲ ἡ προηγουμένη ὑπόστασίς ἐστιν ἐν τῷ κατ’ εἰκόνα τοῦ κτίσαντος· ἡ δὲ ἐξ αἰτίας ἐν τῷ ληφθέντι ἀπὸ τοῦ χοῦ τῆς γῆς πλάσματι.

καὶ εἰ μὲν ὡσπερεὶ ἐπιλαθόμενοι τῆς ἐν ἡμῖν κρείττονος οὐσίας ὑποτάξομεν ἑαυτοὺς τῷ ἀπὸ τοῦ χοῦ πλάσματι, καὶ τὸ κρεῖττον τὴν εἰκόνα τοῦ χοϊκοῦ λήψεται· εἰ δὲ συνέντες τὸ ποιηθὲν κατ’ εἰκόνα καὶ τὸ ληφθὲν ἀπὸ τοῦ χοῦ τῆς γῆς, ὅλοι προσνεύοιμεν ἐπὶ τοῦτον, οὗ κατ’ εἰκόνα γεγόναμεν, ἐσόμεθα καὶ καθ’ ὁμοίωσιν θεοῦ, πᾶσαν τὴν πρὸς ὕλην καὶ σώματα προσπάθειαν καὶ τὴν πρός τινα τῶν καθ’ ὁμοίωσιν ἀπολείψαντες.

ἐπεὶ δὲ κατὰ τὰς θείας γραφὰς ἡ ἐπιθυμία τῶν μέσων ἐστίν, οὐκ εἰδυίας τὴν ἑλληνικὴν τῶν σημαινομένων παρὰ τοῖς τὰ τοιαῦτα διαρθροῦσιν ἀκρίβειαν, ὥστ’ ἂν τὸ μὲν ἀστεῖον βούλησιν ὀνομάσαι, ἣν ὁρίζονται εὔλογον ὄρεξιν, τὸ δὲ φαῦλον ἐπιθυμίαν, ἣν φασιν εἶναι ἄλογον ὄρεξιν ἢ σφοδρὰν ὄρεξιν, λεκτέον ὅτι πᾶσα γενητὴ φύσις τὰς ἐπιθυμίας τοῦ ἰδίου πατρὸς θέλει ποιεῖν, ὥσπερ καὶ πᾶσα ποιεῖ τὰ ἔργα τοῦ ἰδίου πατρός, τοῦ μὲν πρώτως ἁγίου πατρὸς ἀγενήτου τυγχάνοντος (οὗτος δέ ἐστιν ὁ θεός), τοῦ δὲ πρώτως πονηροῦ πατρὸς ἐξ οὐδενὸς ὄντος πατρός· οὐδὲ γὰρ ὑπέστησέν τις ἐν αὐτῷ πατὴρ τὴν πονηρίαν, ἀλλ’ ἡ ἀπὸ θεοῦ ἐκτροπὴ γεγέννηκεν αὐτήν.

Τὸ μὲν οὖν νῦν ἐξεταζόμενον κατὰ τὸ » Καὶ τὰς »ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« σαφὲς ὅτι ἀναφέρεται πρὸς τὸν διάβολον, προειρημένου τοῦ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ »διαβόλου ἐστέ« καὶ ἐπιφερομένου τοῦ »Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ »ἀρχῆς«.