Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἐν τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ Κύριος ὕπνον· οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί· τοῖς ἀσεβέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ Κύριος· ἐντεῦθεν δὲ ἔστι καὶ πειθανῶς δεῖξαι, ὅτι οὐ καθεύδειν πεφύκασι δαίμονες.

Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ, καὶ φωτίζουσιν ἡμᾶς ἐν τῷ παρόντι βίῳ, ὃς πρὸς τὸν μέλλοντα, ἡμέραν ὄντα, νὺξ λέγεται· ἕως κατορθώσει ἡ ἡμέρα ἐν ᾗ ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει. Ἤ ἀντὶ τοῦ, ἕως ἡμᾶς ἐν ἀσφαλείᾳ καταστήσουσιν, οὐκ ἀφίστανται· τοῦτο γὰρ ἡμέρας ἴδιον, τὸ σκότος διαλύειν· ὅπερ οὖν καὶ Χριστὸς ἔλεγεν· Ὁ περιπατῶν ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει· τοὐναντίον δὲ αἱ τῶν ἀσεβῶν· ἐπεὶ οὖν οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· προσκόπτουσιν, ἀλλʼ οὐκ ἔχουσι συγγνώμην ὡς ἀγνοίᾳ προσπταίοντες· αὐτοὶ γὰρ ἑαυτοῖς τὸ σκότος εἰργάσαντο· ὅρα δὲ ὡς ἡ μὲν ἀρετὴ καὶ ἐν σκότει φῶς ἐποίησεν· ἡ δὲ κακία καὶ ἐν φωτὶ σκότος. — Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν, οἱ ἀσεβεῖς ἐπίστανται· οὐδὲ τὴν αἰτίαν γινώσκουσι, πόθεν προσκόπτουσιν· ἀλλʼ οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν· ὅπερ ἐστὶν γνὼρισμα τῆς ἐσχάτης κακίας.

Πηγὰς λέγει τὰς ἀρετὰς, ἀφʼ ὧν γεννᾶται τὸ ὕδωρ τὸ ζῶν τῶν θείων ῥημάτων, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. Καὶ ὁ Δαυῒδ Ὤφθησαν γὰρ, φησὶν, αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Οἱ ὀφθαλμοί σου, εἶπεν, ὀρθὰ βλεπέτωσαν, τουτἐστι [*](34 v. 2. 35 v. 9. 10. 37 v. 15. 38 v. 16. 39 v. 18. 40 v. 19. 41 v. 21 42 v. 25.)

173
τὰ Θεῷ μὸνα φίλα, τὰ παρὰ τῶν τροφητῶν ἡμῖν σαφηνισθέντα περὶ τοῦ Χριστοῦ μόνου καὶ τῶν μαθητῶν αὐτοῦ· καὶ ὅσα παρά τινος πρὸς τὸν Χριστὸν οἰκειοῦντα λαληθείη καὶ μόνον.

Συμφωνεῖ τούτοις τὸ, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν· τουτέστιν ἐὰν μὴ Κύριος δώῃ ἡμῖν ἰσχὺν τοῦ κατευθῦναι τὰ πρὸς αὐτὸν διαβήματα, μάτην ἡμεῖς κοπιῶμεν, οἱ μὴ ἐν παρακλήσει αὐτὸν ἐπικαλούμενοι, ἀλλʼ ἐν αὐθαδείῃ ἐπιχειροῦντες.