Expositio in Proverbia (fragmenta e catenis)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Παιδείαν, τὴν ἡθικὴν ἀρετὴν λέγει· ἕννοιαν, τὴν θείαν γνῶσιν· υἱὸς δὲ ἀρετῶν ὁ κατ᾿ αὐτὰς πιποιωμένος, [*](28 v. 18. 26 v. 23. 27 v. 25. 28 v. 27 29 v. 30. 29 v. 33. 31 v. 54. 32 v. 1.)
Δῶρον ἀγαθὸν δωροῦμαι ὑμῖν, τὴν ἐπουράνιον βασιλείαν, ἐὰν τὸν νόμον μου μὴ ἐγκαταλίπητε· σημειωτέον δὲ ἐνταῦθα, ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νοῦν, διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως, καὶ μὴ κατευοδούμενον· ἐκεῖνα γὰρ δῶρα ἄδικα, τὰ πράγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος, οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ.
Στέφανος χαρίτων αἱ ἐντολαὶ τοῦ Θεοῦ εἰσιν, αἱτινες τὸν στέφανον τῆς βασιλείας ἀντιπαρέχουσι τοῖς ποιοῦσιν αὐτάς· στέφανος δὲ τρυφῆς ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἥτις ὑπερασπίζουσα ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ, καὶ πᾶσαν γνῶσιν ψευδῆ ἀπωθεῖται.
Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδὸν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός· πολλὰς δὲ εἴρηκεν ὁδοὺς, τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ. Πληθυνθήσεται δὲ ἔτη ζωῆς τοῦ ἀκούοντος διὰ τῶν προφητῶν τοῦ ἐπουρανίου Πατρὸς, καὶ δεχομένου διὰ τοῦ μονογενοῦς Υἱοῦ τοὺς λόγους αὐτοῦ, εἰς τὸ κατευθυνθῆναι ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης τοῦ βίου, ὅπως ἀποσωθῇ εἰς τὴν ἀείζωον ζωήν.
Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις, καὶ πᾶν ὁτιοῦν ἄδεκτον τῷ Θεῷ· πολέμιοι γάρ εἰσιν οἱ ἀσεβεῖς λογισμοὶ, ψυχὰς ἀποκτείνοντες.