Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στωμυλεύονται γὰρ αἴτε πρόδηλοι πόρναι, καὶ αἱ τῶν ἑτεροδόξων διδασκαλίαι, ἀπατῶσαι διὰ τῆς χρηστολογίας τὰς τῶν ἀκάκων καρδίας· μεγίστη οὖν ἀσφάλεια τὸ μὴ ἁλῶναι τὴν ἀρχήν· ἁλόντα γὰρ, δύσκολον διαφυγεῖν.

Μέχρι μὲν τῆς ἀκοῆς αὐτῶν, τὸ καλόν. Σημαίνει δὲ τὸ λῖπος τὴν ἡδονὴν, ἀφʼ ἦς τίκτεται ἡ ἀκαθαρσία· ἦς ἔκγονον, κακία καὶ ἄγνοια· ὧν οὐδὲν ἔστι πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν ἐν ἡμέρᾳ κρίσεωζ.

Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· Ἀνελεήμων γὰρ, φησὶ, θυμὸς, καὶ ὀξεῖα ὀργὴ αὐτῶν· θηρἑύουσι γὰρ εἰς ἀπώλειαν τοὺς πειθαρχοῦντας αὐτοῖς· οὕτω γὰρ τιμῶσι τοὺς τιμῶντας αὐτούς.

Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἶμα καταναλίσκουσι. κοινὸν αὐτὸ ἡγησάμενοι (1)· Ὁ τρώγων γάρ μου, φησὶ, τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἱώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν ἐσχάτῃ ἡμέρᾳ· ὁ δὲ ἀναξίως ἐσθίων τὸ σῶμα καὶ πίνων τὸ αἶμα τοῦ Κυρίου, κρῖμα ἑκυτῷ ἐσθίει καὶ πίνει.

Ἦν ὅτε οὐκ ἦν κακὸν, καὶ ἔσται ὅτε οὐκ ἕσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς· πείθει δέ με καὶ οὗτος παρʼ ὀλίγον, καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς ὁ πλούσιος ἐν τῷ ἅδῃ διὰ κακίαν κρινόμενος, καὶ οἰκτείρων τοὺς ἀδελφούς (2)· τὸ δὲ ἐλεεῖν, σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς.