Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ ἡ δικαιοσύση αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν. κ τ. ἑ. Υἱοὶ υἱῶν εἰσιν οἱ τοῦ αὐτοῦ πνέύματος τῆς υἱοθεσίας ἠξιωμένοι.
Καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, κ. τ. ἑ. Οὗτος μέμνηται τῶν ἐντολῶν, ὁ ζῶν κατʼ αὐτάς.
Καὶ ὁ βααιλεία αὐτοῦ πάντων δεσπόζει, κ. τ. ἑ. Ἡ μὲν δημιουργικὴ αὐτοῦ βασιλεία πάντων δεσπόζει· ἡ δὲ κατὰ γνῶσιν βασιλεία οὐ πάντων τῶν ἐπὶ γῆς, πάντων δὲ τῶν ἐν οὐρανοῖς δεσπόζει.
Ἀναβαλλόμενος φῶς ὡς ίμάτιον, κ. τ. ἑ. Ἱμάτιον Κυρίου γνῶσις ἀληθής· ὁ δὲ ἐνδυόμενος αὐτὸ φθ τισθήσεται ὑπʼ αὐτοῦ.