Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν, κ. τ. ἑ. Ὥσπερ ὕψωσε τοὺς ἐν οὐρανοῖς, οὕτως ἐλέησε τοὺς ἐπὶ γῆς φοβουμένους αὐτόν.
Ἄνθρωπος ὡσεὶ χόρτος οἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει, κ. τ. ἑ. Ἐνταῦθα ὁ ἄνθρωπος τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητὸς, εὐμάραντος καὶ πρόσκαιρος.
Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, κ. τ. ἑ. Μετὰ θάνατον ἡ ψυχὴ οὐχ ὑπάρχει ἐν τῷ βίῳ τούτῳ.
Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος εἰς τοὺς φοβουμένους αὐτὸν. κ. τ. ἑ. Ἡ μὲν αἰσθητὴ ζωὴ οὐκ ἀῒδιος, τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀΐδιον.