Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, κ. τ. ἑ. Διὰ τί οὐκ εἶπεν, « ἐκτείνας, » ἀλλʼ « ἐκτείνων, » ἢ ἅπαξ μὲν αὐτὸν κατʼ οὐσίαν ἐξέτεινεν, ἀεὶ δὲ αὐτὸν ἐκτείνει κατὰ τὴν πρόνοιαν; Τοιοῦτόν ἐστι καὶ τὸ Ἰὼβ εἰρημένον· ὁ « Ποιῶν Πλειάδα. καὶ Ἔσπςρον, καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου. »
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, κ. τ. ἐ. Τῷ μὲν Ἀβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐφάνησαν, τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἐ.
Ὁ μὲν Ἰὼβ εἶπε· « Κρεμάσας τὴν γῆν ἐπὶ μηδενός· » ὁ δὲ Δαυῖδ, « ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.