Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 8. Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου.

Ἐπήγγελται δὲ ταῦτα πολλαχοῦ τῆς γραφῆς τοῖς ἁγίοις, καὶ ἀπειλεῖται τοῖς ἁμαρτωλοῖς τούτων ἡ στέρησις, δηλαδὴ τῶν νοητῶν καὶ οὐκ αἰσθητῶν. Κακὰ νομίσαντές τινες, διὰ τὴν σμικρότητα τῆς ἐπαγγελίας, ἑτέρῳ Θεῷ ὑπ’ αὐτῶν ἀναπεπλασμένῳ προσκύνειν ἠβουλήθησαν· τῶν γὰρ κρειττόνων μεταλαμβάνουσα, ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ πρὸς τὸ δύνασθαι τὰ ἐπιβάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν. Καὶ εἰς τὸν αἰῶνα δὲ τὸν μέλλοντα ταῦτα Παῦλος εἰσγαγεν. Μήτις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας σαββάτων, ἃ ἐστι σκιὰ τῶν μελλόντων. — Σῖτος καὶ οἶνος καὶ ἔλαιον πληθύνει ἁμαρτωλούς· εὐφροσύνη δὲ Θεοῦ εὐφραίνει δικαίους.

v. 1. Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Vatic. p. 626, 1.

Ἡ κληρονομία τοῦ Χριστοῦ ἐστιν ἡ φύσις ἡ λογική.

v. 8. Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.

Ναὸς ἅγιός ἐστι τοῦ Θεοῦ ὁ Χριστὸς, διότι ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. — Ἐν τῷ φόβῳ Θεοῦ ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· ἐν φόβῳ δὲ Κυρίου προσκυνεῖ τὸν ναὸν, ὅς ἐστι Χριστός· Λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

v. 9. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου.

Ἐν τῇ κατὰ πρακτικὴν δικαιοσύνῃ ἐν τῷ Χριστῷ. — Τῶν ἐχθρῶν. Τῶν νοητῶν δηλονότι· πολλοὶ γὰρ οἱ ἐπιβουλεύοντες τῇ θεοφιλεῖ ψυχῇ, τῇ κατὰ Θεὸν αὐτῆς προκοπῇ διαβασκαίνοντες.