Fragmenta in Psalmos 1-150 [Dub.]
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
v. 10. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία.
Πρότερον, οὐδεμία ἀλήθεια, ἢ ὁ Χριστός· καὶ τάχα τὸ δεύτερον, ἠνέγκατο αὐτῶν ἐπιβουλήν. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Νεκρῶν ἔργων πεπληρωμένος.
v. 11. Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε.
Οὐ γὰρ ἀφ’ ἑαυτοῦ ὁ Θεὸς ἐξωθεῖ τινα οἱ γὰρ μακρύνοντες ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· τοῦ τοίνυν πλήθους τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς. Ταῦτα γὰρ, φησὶ, πάντα τὰ διαβούλια κατ’ ἐμοῦ ἐποιοῦντο, τῇ κατὰ Θεόν μου προκοπῇ ἐναντιούμενοι· οἱ γὰρ διώκοντες τὴν φίλα τῷ Θεῷ πράττουσαν ψυχὴν, Θεὸν παραπικραίνουσι, θεομαχοῦντες σαφῶς. — Ἔξωσον αὐτοὺς ἀπὸ τῆς ἀσεβείας, εὐσεβεῖς αὐτοὺς ἐργασάμενος. — Μακαριότης ἐστὶ, βουλῆς πάσης ἐκπεσεῖν.
v. 12. Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς.
Τῶν ἐπιβούλων καταλυθέντων, ἡ εὐφροσύνη σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς εἰς αἰῶνα. Καὶ πῶς γὰρ οὐκ ἀγαλλίασις, ᾧ Θεὸς πάρεστιν, ὡς ἐν ἰδίῳ ναῷ ἐνοικῶν τε καὶ περιπατῶν; ὡς τό μακρύνεσθαι Θεοῦ, τῆς ἁμαρτίας αἰχμαλωτιζούσης, θρήνων ἐπάξιον. Τέλος δὲ τῶν ἀγαθῶν, ἀπολαβεῖν κληρονομίαν καὶ κλῆρον ἔχειν ἐνοικοῦντα Θεόν.
v. 13. Ὅς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
Στέφανος, φησὶν, ἡμῖν τῶν πόνων χάρις, ἡ τὸ τέλος τούτῳ, καθάπερ ὅπλῳ τινὶ, φράττουσα ἡμᾶς.