Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 4. Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ.

Γνῶτε τοιγαροῦν οἱ πεποιθότες ἐπὶ πλήθη, ὡς θαυμαστὸν ἀπέδειξε τόν πεποιθότα ἐπ’ αὐτόν. — Περὶ Χριστοῦ προφητεύει Δαυὶδ ἐν τῷ ιεʹ ψαλμῷ, ὣς ἐστιν ἀληθὴς ὅσιος, καὶ μάρτυρες οἱ ἀπόστολοι περὶ αὐτοῦ, νοήσαντες τό· Οὔτε δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Δυνατὸν δὲ καὶ περὶ παντὸς ὁσίου διδάσκεσθαι, οὐ ταὐτὸ δὲ τὰ πιστεῦσαι καὶ γνῶναι· ὡς οὐδὲ ταὐτὸ ἀληθείᾳ πιστεῦσαι, καὶ γνῶναι τὴν ἀλήθειαν, καὶ πιστεῦσαι Θεῷ καὶ γνῶναι τὸν Θεόν. Τοιγαροῦν τοῖς ἀποστόλοις ἥδη πεπιστευκόσι φησὶν ὁ Σωτήρ· Ἐὰν μείνητε ἐν τῷ ἐμῷ λόγῳ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσετε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ὡς γάρ φησιν Ἡσαΐας· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε. Καὶ ὁ Δαυίδ· Ἐπίστευσα, διὸ ἐλάλησα. Καὶ τό· Σχολάσατε δὲ καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεὸς, διαφέρειν δηλοῖ τοῦ πιστεύειν τὸ γνῶναι· Τοῦτο γὰρ τοῖς ἀπιστοῦσιν οὐκ εἴρηται· δείκνυσι δὲ καὶ ποίαν δεήσει γνῶσιν ἀπολαβεῖν, [καὶ] ὡς ἐθαυμαστώθησαν ὑπὸ Θεοῦ οἱ ὅσιοι, θαύμασι προσαχθέντες τῶν ἀποῤῥήτων μυστηρίων καὶ τῶν ἁγίων θεωρημά των. Μεγάλη BB. p. 560.

v. 5. Ὀργιζεσθε, καὶ μὴ ἁμαρτάνετε.

Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ, μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦν τὴν ὀργήν.

v. 6. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.

Θυσία δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς, προσφερομένη Θεῷ· ἐλπὶς δέ ἐστιν ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς.

v. 7. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.

Οἱ μὲν ἄγγελοι διὰ παντός βλέπουσι τὸ πρόσωπον τοῦ Θεοῦ· οἱ δὲ ἄνθρωποι, τὸ

φῶς τοῦ πρόσωπου αὐτοῦ. Πρόσωπον γὰρ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς γεγονότων. Φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν, εἴπερ κατὰ τὴν σοφὴν Θηκωϊτίδα· Ὥσπερ ἄγγελος Θεοῦ ἦν ὁ Δαυὶδ, πάντα εἰδὼς τὰ ἐπὶ τῆς γῆς.