Ἑξῆς ἐστιν ἐν τῇ παραβολῇ ὅτι πάλιν ἀπέστειλεν ἄλλους δούλους Πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. πλήρης δέ ἡ γραφή ἐστι τῶν συμβεβηκότων τοῖς προφήταις, οὓς ἀπέστειλεν ὑπέρ τοῦ λαοῦ, ἵνα τὸν καρπὸν αὐτῶν ἀναφέρωσιν ὡς ἅγιοι ἱερεῖς τῷ θεῷ διὰ τῶν εὐχῶν. ὕστερον δέ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ μετὰ τοὺς προφήτας τὸν Χριστόν. ζητήσεις δέ, πῶς ὁ ἀποστέλλων τὸν υἱὸν λέγει μέν· ἐντραπήσονται τόν υἱόν μου, ὡς οὐ προκατα- [*](3ff II. Paral. 24, 20—22) [*](7 παραπορεύεσθαι Ha 8 εὐοδωθήσεσθαι H 9 ἐγκατελείπετε Μ ἐγκατέλιπε Μ 24 ἡ] omnis lat. 32 ὁ] deus lat.) [*](4 azariam] zachariam B 5 et < L 21 <alios servos> Diehl vgl. gr. 25 ad] lat. versteht ὑπὲρ falsch ?)
v.10.p.611
λαβὼν δἐ τὸ μέλλον αὐτῷ συμβαίνειν τοῦτο εἶπεν· οὐ γὰρ φαίνονται κατὰ τὸ ῥητὸν ἐντραπέντες αὐτόν. καὶ φάσκειν γε ἐν τούτοις μὴ προεγνωκέναι τὸ μέλλον τὸν πατέρα τοῦ ἀποσταλέντος υἱοῦ, ἀλλὰ ἐψεῦσθαι ἄλλα εἰπόντα ἄλλων γενομένων, ἀσεβές. πόλιν τε αὖ εἰπεῖν ὅτι ἐνετράπησαν αὐτὸν οἱ γεωργοί, παρὰ τὴν ἐνάργειάν ἐστιν· οἱ γὰρ γεωργοὶ ἰδόντες τὸν υἱὸν αὐτοῦ εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος καὶ τὰ ἑξῆς. ὁ μὲν οὖν τις εἰς ταῦτα φήσει ὅτι ἀναγκαῖον συμβῆναι τὸ ἐντραπήσονται τὸν υἱόν μου, εἰ καὶ μὴ τότε συμβέβηκεν. ὁ δέ τις ἐρεῖ ὅτι οὐκ εἶπεν ὁ πατὴρ πέμπων τὸν υἱόν· λήψεται ὁ υἱός μου τὸν καρπὸν ἀπὸ τῶν γεωργῶν, ἀλλ᾿ ὅτι ἐντραπήσονται· ἐνετράπησαν μέν γὰρ τῷ ἐγνωκέναι ὅτι οὗτος ὁ υἱὸς ἦν καὶ εἰρηκέναι αὐτοὺς ἐν ἑαυτοῖς ὅτι οὗτός ἐστιν ὁ κληρονόμος, οὐ πάντως δέ, εἰ ἐνετράπησαν καὶ κατὰ τὴν ἀρχὴν ἐπλήχθησαν, ἤδη καὶ τὰ τῶν ἐντρεπομένων πεποιήκασιν.
[*](3 ῥητὸν + praesentem Iudaei lat. 4f lat. weicht ab | γε] δὲ Koe 24 ἐν αὐτοῖς M 25 ὅτι < H 28 κοὶ κατῶν H)[*](15 ff mit Jvoe ist anzunehmen, daß lat. hier das Stück gr. Ζ. 15—29 ausließ, während in gr. das Entsprechende zu lat. Ζ. 15—612, 6 ausfiel)v.10.p.612
Ἅμα δέ κοὶ ζητήσει τις, τίνες οὗτοι οἱ γεωργοὶ οἱ εἰπόντες· τες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. οὐ γὰρ φαίνονται Ἰουδαῖοι ἀποκτείναντες αὐτὸν ὡς υἱὸν τοῦ οἰκοδεσπότου. καὶ πρὸς τοῦτο δέ φήσει τις ὅτι, ἡνίκα διελάουν πρὸς ἀλλήλους ὅστις εἴη, τινὲς εἶπον ὅτι οὗτός ἐστιν ὁ Χριστός, πρὸς οὓς ἀπεκρί- ναντο ἄλλοι· »ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί· τοῦτον δὲ οἴδαμεν πόθεν ἐστίν«. εἶτ’ ἐπεὶ ἀπὸ τῶν σημείων καὶ τῶν τεραστίων καὶ θείων δυνάμεων πληττόμενοι ἐφρόνουν μὲν αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, οὐχ ὡμολόγουν δέ, καὶ ἀληθὲς μέν τὸ ἐντραπήσονται τὸν υἱόν μου, ἀληθὲς δὲ καὶ τὸ (ἀπεγνωκότων αὐτῶν ὅτι εἴη υἱὸς) λελέχθαι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. διὰ τοῦτό φησιν ὁ σωτήρ ’ »κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί«, ἐπιστήσας δέ τις τοῖς ἀναγεγραμμένοις περὶ τοῦ Ἡρώδου, ἡνίκα [*](17 Joh. 7, 27 - 31 Joh. 7, 28 — 34f Vgl. Matth. 2, 2) [*](25 μὲν Kl nach Diehl ἦν MH 33 τις + et lat. 27 ἀνεγνωκότων Koe) [*](8 sunt B 12 et y* e L 13 dicet Koe, vgL gr. dicit x Ι quoniam y* < L 18 est R G L sit B 20 *** Diehl, vgl. gr.)
v.10.p.613
ἔμαθεν ἀπὸ τῶν μόγων τετέχθαι τὸν βασιλέα »τῶν Ἰουδαίων«, ὄψεται ὅτι δύνανται οἱ ἀποκτείναντες τὸν σωτῆρα, ἐγνωκότες ὅτι υἱὸς εἴη, οὐδὲν ἧττον ἐπιβεβουλευκέναι αὐτῷ. καὶ γὰρ ὁ Ἡρώδης, μαθὼν ἀπὸ τῶν γραμματέων ὅτι »ἐν Βηθλεὲμ« »γεννᾶται ὁ Χριστὸς« κοὶ συγκαταθέμενος ὅτι Χριστὸς εἴη ὁ γεννώμενος, ἀποστέλλει μέν αὐτοὺς λέγων· »πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ«, οὐδέν δ’ ἧττον ἐπανελθόντων αὐτῶν ἐπεβούλευσε τῷ παιδίῳ, οὐκ ἀπιστῶν ὅτι ὁ Χριστὸς ἦν. οὐκ ἂν γὰρ πάντη ἀπιστῶν πάντα τὰ παιδία ἀνεῖλε »τὰ ἐν Βηθλεὲμ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων«· ἀλλὰ καὶ ἐπίστευσεν αὐτὸν εἶναι τὸν χριστὸν τὸν προφητευόμενον καὶ ἐβούλετο αὐτὸν ἀποκτεῖναι καὶ τὸ ὅσον γε ἐφ’ ἑαυτῷ ἀπέκτεινεν αὐτόν. Οὕτως οὖν δύνανται καὶ οἱ ἐπιβουλεύσαντες τῷ σωτῆρι ἐγνωκεναι μεν οὐχ ὥστε καὶ εἰς ἄλλους φθάσαι τὸν λόγον αὐτῶν,
[*](7 Vgl. Matth. 2, 5. 4 - 10 Matth, 2, 8 - 18 Matth. 2, 16) [*](1 τετάχθαι H w. e. sch. 4 υἱὸς + dei lat. 7/8 γενᾶται Μ 15 τῷ παιδίῳ] περὶ τοῦ παιδίω ω ex corr.) Μ 27 28 ἐγνωκέναι KI, vgl. lat. εἰρηκέναι MH 31 καὶ Koe, vgl. lat. δὲ H < Μ 32 αὐτῶν Koe, vgl. lat. αὐτοῦ Μ H) [*](10 praemittit Kl, vgl. gr. promittit x 28 secunclum + ea B) v.10.p.614
ἐν ἑαυτοῖς γὰρ εἰπον· ουτός ἐστιν ὁ κληρονόμος). οὐδὲν <δ᾿> ἧττον αὐτὸν ἀνῃρηκέναι. ᾠήθησαν γὰρ ἀποκτείναντες τὸν Χριστὸν καὶ μὴ νοοῦντες αὐτοῦ τὴν ἀνάστασιν («εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τόν κύριον τῆς δόξης ἐσταύρωσαν«) αὐτοὶ κύριοι ἔσεσθαι τῶν πραγμάτων, ἐπεὶ ἀπετύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ, καὶ ὡς μὴ ἐγνωκότες αὐτὰ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος τὸν υἱὸν καὶ ἀπέκτειναν αὐτόν. τὸ δέ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος τοιοῦτον εἶναί μοι φαίνεται· τὸ ὅσον ἐφ’ ἑαυτοῖς, ἀλλότριον αὐτὸν εἶναι ἔκριναν καὶ τοῦ ἀμπελῶνος γα τῶν γεωργῶν, ἡνίκα κατεψηφίζοντο αὐτοῦ τὴν πρὸς θάνατον ψῆφον. κοὶ ἐπὶ τούτοις ὁ σωτὴρ πυνθάνεται τῶν καὶ αὐτῶν γεωργῶν πονηρῶν λέγων αὐτοῖς ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; οἱ δέ λέγουσιν αὐτῷ, ἐκ τοῦ στόματος αὑτῶν κριθησόμενοι καὶ καταδικασθησόμενοι ὡς κακοὶ κακῶς ἀπολούμενοι καὶ μηκέτι μέλλοντες ἔχειν »τὰ λόγια τοῦ θεοῦ«, τὸ κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελὼνα ἐκδώσεται ἄλλοις γεωργοῖς , οἵτινες τινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
[*](6 I. Kor. 2, 8 - 25 Vgl. Luc. 19, 22 - 29 Vgl. Rom. 3, 2) [*](2 > Kl 9 αὐτοῦ Μ 13 υἱὸν + αὐτοῦ H | ὸ δὲ(!) H am Anfang d. Zeile 14 ἐξέβαλον + euyn, lat.) [*](31 colonis] agricolis L) v.10.p.615
και οιονει προφητευουσιν ομοιως τῳ Καιάφᾳ τῷ ἀρχιερεῖ »τοῦ ἐνιαυτοῦ ἐκείνου«, καὶ »ἀφ᾿ ἑαυτοῦ« μὴ εἰρηκότι τὸ ἀληθές, ἀλλ᾿ ἐπεὶ »ἀρχιερεὺς« ἧν <προφητεύσαντι>· δέ περὶ τῶν ἐθνῶν ὅτι δώσουσι τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
Εἶτα ὁ σωτὴρ ἐπὶ τούτοις ἀπὸ τῆς γραφῆς αὐτοὺς δυσωπεῖ, νομίζοντας εἶναι καὶ οἰκοδόμους τοῦ λαου, ὅτι λίθον αὐτὸν ὄντα καὶ ἀποδοκιμασθέντα ἀπ᾿ αὐτῶν ὁ πατὴρ θήσει τῆς ὅλης οἰκοδομῆς κεφαλήν, συνέχοντα δύο γωνίας παλαιᾶς καὶ καινῆς διαθήκης καὶ δύο λαῶν οἰκοδομάς. τοιοῦτον γάρ ἐστι τὸ οὐδέποτε ἀνέγνωτε ἐν τοῖς γραφαῖς· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· [*](2ff Vgl. Joh. 11,51 - 7 Vgl. Rora. 3, 2 - 11ff Vgl. Hier. in Matth. 173 A: quos enim supra operarios et vinitores et agricolas appellarat, nunc aedificatores id est caementarios vocat) [*](5 <προφητεύσαντι> Koe, vgl. 26 <εἰς> κεφαλήν Koe, vgl. lat. Ζ. 33 28/29 οἰκοδομήν Koe, vgl. lat.) [*](1 aut enira] I. etenim ? KI 7 ab eis y Pasch < L 15 factus est hic] factura est hoc L 25 26 conlocabit locabit Kl, vgl. gr. conlocavit x)
v.10.p.616
παρὰ κυριου εγενετο αυτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; κεῖται δέ ἡ λέξις ἐν τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ Ψαλμῷ, ὅς ἐστι πρὸ τοῦ πολυστιχωτάτου Ψαλμοῦ τεταγμένος, καὶ ἔχει οὕτως τὸ ῥητόν· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας · παρὰ γυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ«. καὶ εἴ τι ἄλλο τῶν περὶ Χριστοῦ προφητευομένων δύναται δυσωπῆσαι τὸν ἀγνωμόνως ἐξετάζοντα τὰ γεγραμμένα, καὶ τοῦτο ἐν αὐτοῖς ἂν ταχθείη. εἰ εἰ μὴ περὶ λίθου ὁ προφήτης ἀναισθήτου ταῦτα λέγει, ὡς εἴποι τις ἂν ἠλίθιος ἀνήρ, δῆλον ἂν εἴη ὅτι ὁ ἀποδεδοκιμασμένος ὑπὸ τῶν ἐν τῷ λαῷ ἐκείνῳ σοφῶν καὶ ἀρχιερέων καὶ πρεσβυτέρων καὶ γραμματέων Ἰησοῦς, οὗτος ἀληθῶν ἐγένετο ὡς κεφαλὴ ἐκκλησίας εἰς κεφαλὴν γο)νίας, ἑνῶν καὶ ἐπὶ τὸ αὐτὸ συνάγων τὰς δύο διαθήκας. καὶ ἔστιν αὕτη ἡ κεφαλὴ δῶρον παρὰ κυρίου τῇ ὅλη οἰκοδομῇ δεδο. μένη καὶ θαυμαστὴ κεφαλὴ ἐν ὀφθαλμοῖς ἡμῶν, δυναμένων αὐτὴν βλέπειν. καὶ τοῦτο, τοῦτο, ἐπεὶ ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοῦτον θον, ἤρθη μέν ἀπὸ τῶν γεωργῶν ἐκείνων καὶ τῶν οἰκοδόμων ἐκείνων
[*](7 Ps. 117, 22—24) [*](2. 10 ἔστη H 16 ἀγνωμόνως Elt Kl εὐγνωμόνως MH) v.10.p.617
»τὰ λόγια τοῦ θεοῦ«, ἐν οἷς ἦν ἡ βασιλεία τοῦ θεοῦ ἐδόθη δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. εἰ δὲ ἀληθὲς τὸ <ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ> δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλονότι οὐδενὶ τῶν μὴ ποιούντων τοὺς καρποὺς τῆς τοῦ θεοῦ βασιλείας δίδοται ἡ τοῦ θεοῦ βασιλεία· οὐδενὶ γὰρ βασιλευομένῳ ὑπὸ τῆς ἁμαρτίας δίδοται ἡ τοῦ θεοῦ βασιλεία. Ἀλλ᾿ ἐρεῖ τις πῶς, εἰ μηδενὶ δίδοται ἡ τοῦ θεοῦ βασιλεία τῷ μὴ ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἐδόθη ἐκείνοις ἡ τοῦ θεοῦ βασιλεία ἀφ᾿ ὧν ἤρθη, κατὰ τὸ εἰρημένον· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ; καὶ πρόσχες εἰ δυνάμεθα, ὡς ἐν τηλικαύτῃ δυσχερείᾳ ὄντες οὐ πάνυ τι εὐαποδότου προβλήματος, ἐπιστήσαντες τῇ διαφορᾷ τῶν εἰρημένων περὶ τοῦ ἀμπελῶνος πρότερον καὶ περὶ τῆς βασιλείας τοῦ θεοῦ δεύτερον, ἐπιλύσασθαι τὸ ζητούμενον.
[*](1 Vgl. Röm. 3, 2) [*](4 <ἀρθήσεται—καὶ> Kl nach Koe, vgl. lat. 19 μὴ < Μ 20/21 ἡ τοῦ θεοῦ βασιλεία ἐκείνοις H 25 δυσχερία Η | ὄντες Koe οὕτως Μ H) [*](7 aliis etc.] lat. setzt fälschlich an die Stelle des Schlusses von Matth. 21, 43 den Schluß von Matth. 21, 41 Koe 20 et < Pasch) v.10.p.618
οὐκ εἴρηται δὴ περὶ τοῦ ἀμπελῶνος ὅπερ εἴρηται περὶ τῆς βασιλείας τοῦ θεοῦ. περὶ μὲν γὰρ τοῦ ἀμπελῶνος κατὰ τὸ πρότερον γέγραπται ὅτι ἐξέδοτο αὐτὸν γεωργοῖς . περὶ δὲ τῆς βασιλείας τοῦ θεοῦ ὅτι δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἦν δ’ ἂν ἄλυτον τὸ κατὰ τὸν τόπον εἰ, ὥσπερ ἐξέδοτο αὐτὸν γεωργοῖς γεγραμμένον > ἐπὶ τοῦ προτέρου, οὕτως εἴρητο καὶ περὶ τοῦ δευτέρου • ἐκδοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, καὶ εἰ, ὥσπερ εἴρηται περὶ τῶν δευτέρων ’ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, εἴρητο καὶ περὶ τῶν προτέρων ὅτι ἔδωκεν αὐτὸν γε γεωρηοῖς. καὶ ταῦτα μέν ἡμεῖς εἰς τὸν τόπον ἐπηπορήσαμεν καὶ τὸ φανέν ἡμῖν εἰρήκαμεν· ὁ δέ βέλτιον δυνάμενος καὶ
[*](4 πρότερον οὐ γέγραπται ὅτι καὶ ἔδωκεν αὐτὸν γεωργοῖς, ἀλλὰ> 12 <ἦν> Koe 15 — 18 καὶ — αὐτῆς <Η) [*](4f. 10ff [aut —tradidit] Kl, Er. des Ubersetzers 8. 12 ff aliis colonis] vgl. zu S. 617, 7 9 enim] 1. autem Koe, vgl. gr. 12 locabit Kl, vgl. gr. locavit x (aut tradidit hier an die bereits Verfälschte Lesart locavit angefiigt) 12f colonis aliis y 21 <quod> μ < X Pasch 22 ff [et ditur] u. [tradidit aut] Kl 25 et] aut B vel Pasch) v.10.p.619
νοεῖν καὶ λέγειν, ἐκεῖνος ἡμῶν μἀλλον ἀκουέσθω.
Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· καὶ ζητοῦντες κρατῆσαι αὐτὸν ἐφοβήθησαν τοὺς τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον. (Matth. 21, 45 —46.)
Ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ , ὧν τῆς μέν ἑτέρας ἀρχὴ ἦν · »ἄνθρωπὸς τις εἶχε τέκνα δύο«, τῆς δέ λοιπῆς· »ἄνθρωπος ἦν οἰκοδεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα«, ἔγνωσαν ὅτι Περὶ αὐτῶν λέγει κατὰ μὲν τὴν ἑτέραν παραβολὴν ὅτι εἶπεν ὁ δεύτερος υἱός · »ἐγὼ κύριε, καὶ οὐκ ἀπῆλθε«, κατὰ δέ τὴν λοιΠὴν ὅτι, ἐπεὶ εἴρηται αὕτη κατὰ τὰ λελεγμένα κατὰ τῶν ἁμαρτανόντων προτέρων γεωργῶν, <ὁ Ἰησοῦς εἶπε> ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«. καὶ γνόντες ὅτι περὶ αὐτῶν λέγει, ἐζήτησαν μὲν αὐτὸν κρατῆσαι καὶ ποιῆσαι αὐτῷ ὅτι ποτ’ ἂν δυνηθῶσιν · οὐκ ἠδυνήθησαν δέ, ἐπεὶ μὴ οἶοί τε ἦσαν ὑπομεῖναι ὄχλων ὁρμὴν τῶν [*](14 Matth. 21, 28 — 15 Matth. 21, 33 — 19 Matth. 21, 30 — 23 Matth. 21, 43) [*](4 τὸς] bis scr. H 7 κρατῆσαι αὐτὸν] eum tenere lat. vgl. Ζ. 28 u. S. 622, 17 23 <ὁ Ἰησοῦς εἶπε> nach Hu Lo 24 ἡμῶν H) [*](6 diceret B 8 sicut] lat. las ὡς Koe, vgl. S. 622, 21 (lat.))
v.10.p.620
ἐχόντων τὸν Ἰησοῦν εἰς Προφήτην. κοὶ ὅσοι γε ἐπιβουλευτικῶς βούλονται κρατῆσαι τὸν λόγον, ἵν᾿ ὡς κεγρατημένον παρ᾿ αὐτοῖς καθέλωσιν αὐτόν, οὗτοι οὐκ ἄv ποτε κροτήσαιεν <οὔτε θανατώσαιεν> αὐτόν, τῶν ὑπέρ οὐτοῦ ὄχλων προφήτην τινὰ τοῦ θεοῦ αὐτὸν ὑπολομβονόντων, περισπώντων τοὺς βουλομένους αὐτὸν κρατεῖν κοὶ ἐπιβουλεῦσαι αὐτῷ.
Μετὰ ταῦτα ἰστέον ὅτι τῶν ζητούντων κρατεῖν τὸν Ἰησοῦν διαφοραί εἰσιν. ἄλλως γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι εζήτουν κρατῆσαι αὐτόν , ἄλλως ἡ ἐν τῷ Ἄισματι τῶν ᾷσμάτων νύμφη, <ἣ> ζητήσασα αὐτὸν καὶ ἀναστᾶσα καὶ κυκλοῦσα ἐν πόλει, »ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις« μόγις ποτὲ εὗρεν αὐτόν, ὅτε μικρὸν πορῆλθε τοὺς τηροῦντας καὶ κυκλοῦντας »ἐν τῇ πόλει« καὶ εὑροῦσα ἐκράτησεν αὐτόν, ὅτε καὶ λέγει· »ἐκράτησα αὐτὸν καὶ οὐκ ἀρήσω αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με«. ἀλλὰ [*](20ff Vgl. Cant. Cant. 3, 2—4 — 28 Cant. Cant. 3, 4) [*](1 εἰς] ὡς Μ 4 λόγον + veritatis lat. 7 <οὔτε θανατώσαιεν> αὐτόν Kl nach Diehl Koe, vgl. lat. αὐτοῦ Μ H 7 τῶν] <πολ>λῶν Koe, vgl. lat. 20 ἄλλως + autem lat. 21 <ἣ> Kl, vgl. lat. 26/27 αὐτὸν ἐν τῆ πόλει καὶ εὑροῦσα ἐκράτησεν Μ H ~ Hu, vgl. lat.) [*](10 praeconium y 13 avellunt eum R G avellent eum B avellent L 21 f surgens B Pasch subiens L ardens R G 22f <circum> u. <in> Diehl vgl. gr. 24 postquam + autem L 25 custod<ient>es Diehl, vgl. gr. 31 enim] l. autem ? Kl, vgl. gr.)
v.10.p.621
καὶ αὐτὴ <αὕτη> ἡ νύμφη κατ’ μὲν Ἄσματος τῶν ᾀσμάτων »ἐκράτησά« φησιν »αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με«, πρὸς δέ τῷ τέλει τοῦ αὐτοῦ βιβλίου, ὡς προκόψασα καὶ ἑτέρως αὐτὸν μέλλουσα κρατεῖν κοὶ βέλτιον πραὰ τὸ πρότερον, φησίν· »εἶπα· ἀναβήσομαι ἐν τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ«. ἵνα δέ νοήσῃς τοὺς ζητοῦτνα αὐτὸν κρατῆσαι ἀρχιερεὶς καὶ Φαρισαίους καὶ μὴ κρατοῦντος αὐτόν κατανόησον ὅτι ἐπὶ μέν τῶν ἄλλων πορὰ τὸν Χριστοῦ λόγον λόγων οἶόν τέ ἐστι καρτῆσαι καὶ περιδράξασθαι <καὶ τοῦ νοῦ (τῶν δογματισάντων) καὶ τεθεωρημένως ἀνατρέψαι αὐτὸν καὶ ὡς ἡ γραφὴ ὠνόμασε) συμβιβάσαι. *** ουτω γαρ ο κατα τὸ ευαγγελιον σοφός, φός, ὡς »πνευματικὸς« ἀνακρίνων »πάντα, αὐτὸς δέ ὑπ’ οὐδενὸς« ἀνακρινόμενος, ἀνακρίνει μέν καὶ βασανίζει καὶ διελέγχει τοὺς ἄλ-
[*](2 Cant. Cant. 3, 4 — 8 Cant. Cant. 7, 8 — 22 Vgl. I. Kor. 2, 16 — 29 Vgl. I. Kor. 2, 15) [*](1 > Kl Koe, vgl. lat. 16 <καὶ χωρίσαι> Diehl, vgl. lat. 23 *** Kl, vgl. lat. ; das dem μὲν Ζ. 14 entsprechende δὲ fehlt im gr. Koe) [*](3 domum B 20 habuerunt B | <(G) B 30 diiudicatur] iudicatur L 32/33 sapientium Kl, vgl. gr. sapientiam x) v.10.p.622
λους λόγους εἴτε τῶν τοῦ κόσμου σοφῶν εἴτε τῶν ἐν τοῖς αἱρέσεσι διαπρέπειν δοκούντων, οὐ κατακρίνεται δὲ οὐδέ καταλαμβάνεται ὁ ἐν αὐτῷ νοῦς τοῦ Χριστοῦ οὐδέ κρατεῖται ὑπὸ τῶν προθεμένων αὐτὸν ἀνατρέπειν·» τίς γὰρ ἔγνω νοῦν κυρίου, ὄς συμβιβάσει αὐτόν;« καὶ σαφὲς ὅτι, εἴπερ μέλλει τις συμβιβάσαι τινὸς νουν, προτερον αυτον γνωσεται καὶ μετὰ τοῦτο συμβιβάσει· νοῦν« δέ κυρίου τίς« γνώσεται »ὄς συμβιβάσει αὐτόν«; ἁλώσεται γὰρ ὑπ’ αὐτοῦ καὶ εἴξει αὐτῷ. καὶ ταῦτα δέ μοι λελέχθω διὰ τὸ καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.
Πλὴν κἄν εὐφημῶσιν οἱ ὄχλοι τὸν Ἰησοῦν, φρονοῦσι μέν τι περὶ αὐτοῦ ἀληθές, οὐ μὴν <καὶ> τὸ μέγεθος συνιᾶσιν αὐτοῦ. ἦν μέν γὰρ Ἰησοῦς καὶ προφήτης, ὡς δῆλον τῷ νοήσαντι τὸ προφήτην ἐκ τῶν ἀδελφλῶν ὑμῶν ἀναστήσει ὑμῖν κύριος ὁ θεὸς ὑμῶν ὡς ἐμέ · αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἄν λαλήσῃ« ὁ προφήτης ἐκεῖνος. ὄς δ’ ἄν »μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται«. [*](7ff I. Kor. 2, 16 — 26ff Act. 3, 22f, vgl. Deut. 18, 15. 19 5 τοῦ yv νοῦς H | κρατεῖται] lat. las μιαίνεται ? Diehl 12 γνώσεται; + <τίς ὀὖν ἔσται]> ? Kl, vgl. lat. 19 ἐπεὶ + καὶ H 23 <καὶ> Kl, vgl. lat. 31 τοῦ—ἐκείνου <Μ) [*](7 instruet Koe instruat x 10. 121. cognoscet ? Kl, vgl. gr. 28 Wortstellung wie im NT, gegen gr. Koe 31 audietis Diehl, vgl. gr.)
v.10.p.623
πλὴν οὐχ ἡ ὑπεροχὴ αὐτοῦ ἐν τῷ προφήτην αὐτὸν εἶναι ἦν ἀλλ’ ἐν τῷ υἱὸν θεοῦ πρωτότοκον »πάσης κτίσεως« καὶ εἰκόνα »τοῦ θεοῦ τοῦ ἐν ᾧ »ἐκτίσθη τὰ πάντα ἐν τῷ οὐρανῷ κοὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα«, καὶ τὰ ἑξῆς. καὶ μᾶλλον ἦν αὐτοῦ ἡ ὑπεροχὴ ἐν τῷ εἶναι αὐτὸν σοφίαν τὴν λέγουσαν· »ὁ θεὸς ἐκτήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, προ του τι ποιησαι, καὶ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὰ ἑξῆς. κοὶ τούτους γε τοὺς ὄχλους οὕτως φρονοῦντος περὶ αὐτοῦ καὶ ἑτοίμως ἔχοντος ὑπερπολεμεῖν αὐτοῦ πρὸς τοὺς πολεμοῦντος, φοβοῦνται οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, καὶ οὐ δύνανται, ἵν’ ἐπιβουλεθυσωσι θέλοντες κρατῆσαι τοῦ Ἰησοῦ, κρατῆσαι αὐτοῦ. ἐνταῦθα μὲν οὖν γέγραπται· ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον· παρὰ τοῦτο δ’ ἄν ποιήσοις ὅτι οἱ ὄχλοι, κἄν μὲν τῇ λέξει ὠς προφήτην αὐτὸν ἔχωσιν, εἰς ὅ τι ποτ ἄν ἔχωσιν αὐτόν, πολλῷ ἔλαττον εχουσιν αυτον ου εστιν,
[*](4ff Vgl. Kol. 1, 15f - 12. 15 Prov. 8, 22 f (mit ἐκτήσατο: Philo de ebr. § 31=1, 362 Μ und Α΄ Σ΄ Φ΄ nach Euseb de eccl. theol. III, 2, 15 = IV, 142ff)) [*](12 ἐκτήσατο] so Orig. w. e. sch. nur hier (doch vgl. App. I u. S. 587, 29), dagegen creavit lat., = LXX ἔκτισε 29 μὲν Koe μὴ Μ H | ὡς] auch lat. εἰς Η) [*](10 eius + <magis> ? Kl, vgl. 11 dicens ρ dicente L dicente inquit y 12 deus] dominus L 18 paratas μ paratos x 30 *** Diehl, vgl. gr.) v.10.p.624
οὐ φθάνοντες οὐδέ ἐπὶ τὴν ἐκ μέρους« γνωσιν τῶν ἐκ μέρους« αὐτὸν γινωσκόντων κοὶ οὐδὲν <ἄξιον> τρανοῦντες αυτου. Τοῦτο δέ λέγω περὶ τῶν ἀληθῶς περὶ αὐτοῦ φρονούντων. οὐ νομιστέον γὰρ εἰναι »ὑπὲρ« αὐτοῦ τοὺς τὰ ψεύδη φρονοῦντας περὶ αὐτοῦ φαντασίᾳ τοῦ δοξάζειν αὐτόν, ὁποῖοι εἰσιν οἱ συγχέοντες πατρὸς καὶ υἱοῦ ἔννοιαν καὶ τῇ ὑποστάσει ἔνα διδόντες εἶναι τὸν πατέρα καὶ τὸν υἱόν, τῇ ἐπινοίᾳ μόνῃ καὶ ὀνόμασι <μόνοισ> διαιροῦντες τὸ ἔν ὑποκείμενον. καὶ οἱ ἀπὸ τῶν αἱρέσεων φαντασίᾳ τοῦ μεγάλα περὶ αὐτοῦ φρονεῖν »ἀδικίαν εἰς τὸ ὔψος« λαλοῦντες καὶ κακῶς λέγοντες τὸν δημιουργὸν οὐκ εἰσὶν »ὑπὲρ« αὐτοῦ· οὐ γάρ εἰσι »μετ’« αὐτοῦ κοὶ διὰ τοῦτό εἰσι »κατ’« αὐτοῦ, »ὁ γὰρ μὴ ὢν φησὶ) μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν«. οὕτω δέ κἄν συνάγωσιν οἱ μὴ τὰ ἀληθῆ Περὶ τοῦ υἱοῦ φρονοῦντες ἐν τῷ ὀνόματι Ἰησοῦ, σκορπίζουσι μᾶλλον ἢ συνάγουσι. φησὶ γὰρ ὁ σωτήρ · »καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει«· καὶ πρόσχες
[*](3 Vgl. I. Kor. 13, 9 - 9. 21 Vgl. Marc. 12, 40 — 12f Vgl. Orig. fragm. in Eph. (Cramer Cat. VI, 169): οἱ συγχέοντες πατέρα καὶ υἱόν, vgl. dazu Harnack TU. 42, 4, 79f — 19 Vgl. Ps. 72, 8 — 21ff. 29 Matth. 12, 30) [*](4 αὐτῶν Η a 5 <ἄξιον> Kl vgl. lat. 9 γὰρ] δὲ Koe, vgl. lat. 10 rd ψεύδη] mendaciter lat., vgl. ἀληθῶς Ζ. 7 Koe 13/14 διδόντες] λέγοντες Koe, vgl. lat. 15 <μόνοισ> Kl Koe, vgl. lat. 25 δὲ] δὴ Koe 26 μὴ < Ηa) [*](1 pharisaei] scribae GL 9 <de > Diehl Koe, vgL gr. 13 <significantiam > Diehl, vgl. gr. | substantiam] lat. las ὑπόστασιν Koe 17 aestimant] lat. las τὸ ἐν <νομιζόμρνον> Koe 19 excelso y) v.10.p.625
ὅτι μὴ εἴρηται ἁπλῶς· »ὁ μὴ συνάγων σκορπίζει«, ἀλλὰ μετὰ ἀκριβοῦς προσθήκης τῆς »μετ’ ἐμοῦ«, δεῖ γὰρ τὸν συνάγοντα μετ’ αὐτοῦ συνάγγειν. νοήσεις δέ τὸν μετ’ αὐτοῦ συνάγοντα ἐπιστήσας τῷ »συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός« · τὸ γὰρ »συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ« δηλοῖ τὸν συνάγοντα μετ’ αὐτοῦ. καὶ οὐκ ἄν λέγοις τὸ »συναχθέντων ὑμῶν ἐν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ« ἁρμόζειν τοῖς ἤτοι μετὰ τοῦ κακῶς βιοῦν συνάγουσιν ἤτοι συναγομένοις ἢ μετὰ τοῦ κακῶς καὶ ἀσεβῶς φρονεῖν περὶ τοῦ θεοῦ ἢ τοῦ Χριστου αυτου.
Ταῦτα καὶ διὰ τό τοὺς ὄχλους φρονοῦντας περὶ τοῦ Ἰησοῦ, τοὺς ὑπέρ αὐτοῦ καὶ πολλῷ ἔλαττον φρονοῦντας τῆς ἀξίας αὐτοῦ, λέγεσθαι εἰς προφήτην αὐτὸν εσχηκεναι. συνεξετάσας δέ τούτοις τὴν τοῦ Λουκᾶ περὶ τῶν ὁμοίων λέξιν τρανότερον (οἶμαι) κατασκευάσεις τὰ προειρημένα· ὄστις φησί · »καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δέ ἀρχιερεῖς καὶ οἱ γραμ- [*](6. 11. 15 I. Kor. 5, 4f — 33 Luc. 19, 47f) [*](22 τοῦ1 < Η 24—25 ὄχλους <ἀλθως> Koe 26 [καὶ] Diehl καἰ- <τοι> Koe) [*](19 — 23 Koe sieht in gr. und lat. hier nicht Reste des gleichen Satzstückes, vgl. Nachträge)
v.10.p.626
ματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λοοῦ ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οὐχ εὔρισκον τί ποιήσουσιν· ὁ γὰρ λαὸς ἄπας ἐξεκρέματο αὐτοῦ ἀκούων«. κοὶ ἐν τούτοις γὰρ δηλοῦται ὅτι οἱ τῶν ἸουδαΪκῶν προϊστάμενοι παρανόμως ὄχλων ὀνομαζόμενοι ἀρχιερεῖς) κοὶ γραμματεῖς ἐχθροὶ τῷ Ἰησοῦ) καὶ πρεσβύτεροι τοῦ λαοῦ ζητοῦσι μὲν τόν Ἰησοῦν ἀπολέσαι καὶ ἀφανίσαι τὸ ὄνομα αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων καὶ τὴν περὶ αὐτοῦ πίστιν· οὐχ εὑρίσκουσι δὲ τί ποιήσουσιν εἰς ὅπερ βούλονται ἀνύσαι, ἄτε προληφθέντος παντὸς τοῦ εἰς αὐτὸν πιστεύσαντος λαοῦ καὶ ἐξηρτημένου τῆς εἰς τὸν Ἰησοῦν ἀγάπης καὶ ἐκκρεμαμένου ἐν τῷ ἀκούειν τῆς διδασκαλίας αὐτοῦ καὶ τοῦ λόγου αὐτοῦ. καὶ ἔστι γε τοῦτο ἰδεῖν μέχρι τοῦ δεῦρο, τίνα τρόπον ζητοῦσι καθελεῖν οἱ προβαλλόμενοι τὴν θεραπείαν τοῦ θεοῦ ὡς ἀρχιερεῖς αὐτοῦ καὶ τὴν delav γραφὴν ὡς γραμματεῖς καὶ τὸ ἀρχαῖον οἱ] πρεσβύτεροι τοῦ λαοῦ, <καὶ> ζητοῦσιν ἀπολέσαι τὸν Ἰησοῦν καὶ ἐξαφανίσαι τὴν περὶ αὐτοῦ δόξαν, πάντα εἰς τοῦτο ἀκολούθως τῷ βουλήματι τῶν πατέρων αὐτῶν πράττοντες, οὐ μὴν εὑρίσκοντες τί ποιήσουσιν, ἶνα τὸν ἐξηρτημένον τοῦ Ἰησοῦ λαὸν ἀποστήσωσιν αὐτοῦ καὶ ἀπαλείψωσιν αὐτὸν ἀπὸ τῆς διανοίας αὐτῶν.
[*](3. 13. 31 ποιήσωσιν ? Kl 7 ὄχλων Hu, vgl. lat. λόγ(ον MH 26 οἱ] Kl, vgl. Ζ. 23. 25 | > Kl nach Koe, vgl. lat. 33 ἀποστήσωσιν] lat. las ἀποσπάσωσιν Diehl)[*](5 turbis B L verbis R G, s. zu Ζ. 7 gr. S. 627, 17 gr. 14 dilectionem G L 16 <et verbum > Diehl, vgl. gr. 21 et y* essent L)v.10.p.627
Τάχα δέ κ(Λ πάντες οἱ ἡντινοῦν δόξαν ἔχοντες Περὶ τοῦ θείου καὶ πρεσβεύοντες περὶ αὐτῆς ἀλλοτρίως τῆς Ἰησοῦ διδασκαλίας ἀπολέσαι μέν θέλουσι τὸν Ἰησοῦν, οὐ δύνανται δέ, ἐπεὶ πᾶς ὁ ὄχλος αὐτοῦ ἐκκρέμαται ἀκούων. ἀλλὰ καὶ οἱ οἱστισινοῦν συγγράμμασιν ἧς δήποτε σοφίας προσέχοντες καὶ διὰ τοῦτο τροπικῶς λεγόμενοι γραμματεις ἀπολέσαι θέλουσιν ἐξ ἀνθρώπων τὸν Ἰησοῦν, οὐ μὴν εὑρίσκουσιν εἰς τοῦτο ἀνύσιμον ὄ ποιήσουσι. καὶ πάντες δέ οἱ πρεσβύτεροι, <οἱ ἀλλότριοι> τῆς Ἰησοῦ διδασκαλίας λόγιοι Ἑλλήνων καὶ βαρβάρων, ἀπολέσαι θέλουσι τὸν Ἰησοῦν, ἀλλ’ οὐ δύνανται νικώμενοι ἀπὸ παντὸς τοῦ λοοῦ Ἰησοῦ, ἐκκρεμαμένου τοῦ διδασκάλου ἐν τῷ ἀκούειν καὶ συναισθάνεσθαι τῆς διδασκαλίας αὐτοῦ. κοὶ ὁ Μᾶρκος δέ τὰ παραπλήσια ὑποβάλλει λέγων · »καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ λαὸς ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ«. πᾶς γὰρ ὁ λαὸς Χριστοῦ ἐκπλήσσεται »ἐπὶ τῇ διδαχῇ αὐτοῦ«, καὶ οὐδὲν δύναται γενέσθαι ὑπὸ τῶν προειρημένων ἀρχιερέων κοὶ γραμματέων, ζητούντων ἀπολέσαι τὸν Ἰησοῦν ἐξ ἀνθρώπων καὶ ἐκλὺσαι [*](25. 31 Marc. 11, 18) [*](6 ὄχλος + fidelis lat. 8 γράμμασιν M 15/16 <oἱ ἀλλότριοι> ΚΙ, vgl. lat. 17 λόγιοι Koe, vgl. lat. λόγοι M H) [*](4 Christi est] est ex christi GL 9 et y* < L 15 alieni presbyteri L)
v.10.p.628
τὴν ἔχπληξιν παντὸς τοῦ λαοῦ αυτου.
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβολαῖς αὐτοῖς λέγο)ν· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ποιῶν γόμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ τὰ ἑξῆς ἕως τοῦ· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί (Matth. 22, —14).
Καὶ αὕτη ἡ Παραβολὴ ὁλοσχερέστερον νοουμένη δόξει σαφὴς εἶναι, ἐν ἔ ἄνθρωπος μὲν βασιλεὺς τροπικῶς ὁ θεὸς καὶ πατὴρ Χριστοῦ Ἰησοῦ εἶναι λέγεται, οἱ δὲ γόμοι τοῦ υἱοῦ τοῦ βασιλέως ἡ ἀποκατάστασις τῆς νύμφης ἐκκλησίας χριστοῦ Πρὸς Χριστὸν τὸν νυμφίον αὐτῆς. οἱ δὲ ἀποστελλόμενοι δοῦλοι καλέσαι τοὺς κεκλημένουσ εἰς τοὺς γόμους οἱ κατὰ καιρόν εἰσι προφῆται ἐπιστρέφοντες τοὺς ἀπὸ τοῦ λαοῦ διὰ τῶν προφητειῶν ἐπὶ τὴν εὐφροσύνην ἀγομένην ἐπὶ τῇ ἀποκαταστάσει τῆς ἐκκλησίας πρὸς Χριστόν. οἱ δὲ μὴ θέλοντες ἐλθεῖν προηγουμένως ὄντες κλητοὶ οἱ μὴ ἀκούον- [*](15ff Vgl. Hier. in Matth. 174 C: rex iste, qui fecit nuptias filio suo, deus omnipotens est ; facit autem nuptias domino nostro lesu Christo et ecclesiae — 20 f Vgl. Act. 3, 21 — 22ff Vgl. C c Nr. 59 (Anf.) Or. C 1 Nr. 242 Or.) [*](3 vorher : Περὶ τῶν καλουμένων εἰς τοὺς γόμους H 14 δόξη Ηa 30 ἐλθεῖν < Η 31 ἀκούειν <θέλον>τες Koe, vgl. lat.) [*](3f et — dicens y* secundum mathm. In illo tempore dixit lesus discipulis suisL 10 et cetera + Omelia Origenis de eadem lectione L 1 7 domini nostri < y 20 > Diehl, vgl. gr. 28 > Diehl, vgl. gr.)
v.10.p.629
τες τῶν λόγων τῶν Προφητῶν ἦσαν, οἱ δέ ἀποστελλόμενοι ἄλλοι δοῦλοι ἄλλο ἄθροισμα προφητῶν, προφητῶν, τὸ δὲ ἡτοιμασμένον ἄριστον, ἐν ᾧ οἱ ταῦροι τοῦ βασιλέως καὶ τὰ σιτευτὰ αὐτοῦ τεθυμένα ἦν, αἱ στερεαὶ ἦσαν καὶ λογικαὶ τῶν μυστηρίων τοῦ θεοῦ τροφαί· οὕτω δέ καὶ πάντα ἕτοιμα, οἱ περὶ πάντων τῶν ὄντων λόγοι <ἕτοιμοι>, οὕς ἔλθη̣ τὸ τέλειον«) οἱ τῇ κλήσει ἀκολουθήσαντες φάγονται καὶ πίονται. ἐπεὶ δὲ τῶν κεκλημένων διὰ τῶν προφητῶν οἱ μέν μόνον ἠμέλουν τῶν λεγομένων καὶ τοῖς βιωτικοῖς ἐσχόλαζον πράγμασιν, οὐ μὴν καὶ ἐπονηρεύοντο <κατὰ τῶν ἄλλοι δὲ καὶ ἐπονηρεύοντο> κατ' αὐτῶν. διὰ τοῦτο τὴν διαφορὰν αὐτῶν παραστπησαι βουδόμενος εἶπεν· οἱ δὲ ἀμελήσαντες ἀπῆθον, ὅς μὲν ἐπὶ τὸν ἴδιον ἀγρόν, ὅς δὲ ἐΠὶ τὴν ἐμπορίαν αὐτοῦ· οἱ δέ λοιποὶ κρατήσαντες αὐτοῦ τοὺς δούλους ὕβρισον καὶ ἀπέκτειναν.
Εἶτα ἀκολούθως <ταύτῃ> ὁλοσχερεστέρᾳ διηγήσει ἡ ὀργὴ τοῦ βασλέως νοεῖται, ἥν κοὶ ὁ ἀπόστολος περὶ Ἰουδαίων ὀνομάζων [*](4 f Anders Orig. fragra. 68 in Luc. (IX, 267, 25 ff.) : ἄριστον μὲν γὰρ οἱ εἰσαγωγικοῖ λόγοι ἤ ἠθικοὶ ἢ τὰ παλαιὰ λόγια, δεῖΠνον δὲ οἱ ἐν προκοπῇ λόγοι μυστκοὶ ἢ οἱ τῆς νέος διαθήκης. — 6 f Vgl. Hebr. 5, 14 — 10 I. Kor. 13, 10 —) [*](10 ὄντων (auch II 247, 10) > όντων Diehl όντων Koe, vgl. lat. | <ἕτοιμι> Kl nach Diehl Koe, vgl. lat. 12 φάγωνται καὶ πίωνται Η 17 f <κατὰ — ἐππνηρεύοντο> Kl, vgl. lat. 27 Diehl, vgl. lat.) [*](2 <servi> Diehl, vgl. 5 <erant> Diehl, vgl. gr. 8 apparata L 21 quidem] 1. autem ? Kl, vgl. gr.)
v.10.p.630
λέγει • ἐφθασε δὲ ἡ ὀργὴ ἐπ αὐτοὺς εἰς τέλος«. εἶτα προφητεύεται ὁ κατὰ Ἰουδαίων πόλεμος καὶ ἡ ἅλωσις Ἱερουσαλὴμ καὶ ἡ ἀναίρεσις τοῦ λαοῦ μετὰ τὴν Χριστοῦ ἐπιδημίαν ἐν τῷ καὶ πέμψας τὸ στράτευμα αὐτοῦ ἀνεῖλε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.
τὸ δὲ τότε λέγει τοῖς δούλοις ἀυτοῦ· ὁ μὲν γόμος ἕτοιμος, οἱ δέ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἄν εὕρητε καλέσατε εἰς τοὺς γάμους ἀναφέροιτο ἄν ἐπὶ τοὺς Ἰησοῦ Χριστοῦ ἀποστόλους λέγοντος Ἰουδαίοις· »ὑμῖν ἦν ἀναγκαῖον τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτούς, ἱδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη«. αἱ διέξοδοι οὖντῶν ὁδῶν τὰ > ἔξω τοῦ Ἰσραήλ ἐστι πράγματο, παρ’ αἷς οἱ ὑπὸ τῶν ἀποστόλων εὑρισκόμενοι καλοῦνται εἰς τοὺς γάμους, συναγόντων τῶν ἀποστόλων πάντας οὕς ἐὰν εὕρωσιν. [*](1 I. Thess. 2, 16 — 2ff Vgl. Hier. in Matth. 175 C — — 631, Vgl. C c Nr. 60 (Mitte) Or. — 18 Act. 13, 46 — 21 ff Vgl. Hier. in Matth. 175 D: quaeritur autem, qiiomodo in his qui foris erant. inter malos et boni aliqui sint reperti. hunc locum plenius tractat apostolus ad Romanos [ dicens] , quod gentes naturaliter facientes ea, quae legis sunt, condemnent ludaeos etc. — 21 ff Vgl. C l Nr. 243 Or.) [*](6 ἐπιδημίαν] ascensionem lat. 20 ἑαυτούς + aeterna vita lat., vgl. S. 531, 3; 563, 1 22 f <ἐκτὸς—ἐθνῶν> Kl Koe, vgl. lat. 23 πράγματα] δόγματα C c Nr. 60 C Nr. 243) [*](4 ascensionem] so ? S. 648, 24 adventum 11 paratae + svint L 16 primum] so lat. S. 531, 1; 562, 27 — überall gegen gr. 20 gentium] lat. las ἐθνῶν st. ὁδῶν)
v.10.p.631
εὕρισκον δὲ τοὺς ἀκούοντας καὶ οὐκ ἐφρόντιζον καλοῦντες πότερόν ποτε πρὸ τῆς καλήσεως πονηροὶ ἢ ἀγαθοὶ ἦσαν οἱ καλούμενοι· πάντας γὰρ τοὺς εὑρισκομένους ἐκάλουν. ἀγαθοὺς δὲ νομιστέον ἐνταῦθα I ἁπλούστερον λέγεσθαι τοὺς μετριωτέρους τῶν ἐρχομένων ἐπὶ τὴν θεοσέβειαν, οἶς ἐφαρμόζοις ἄν τὸ τοιοῦτο ἀποστολικόν· ὅταν δὲ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τά τοῦ νόμου ποιῶσιν. οἱ τοιοῦτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος · οἵτινες ἐνδείκνυνται τό ἔργον τοῦ νόμου γραπτὸν ἐν τοῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως«. καὶ ἐπλήσθη γε ὁ Χριστοῦ <καὶ> τῆς ἐκκλησίας γάμος καὶ ἀποκαταστάντων <τῷ θεῷ> , τῶν εὑρεθέντων ὑπὸ τῶν ἀποστόλων, ἀνακειμένων ἐπὶ τῷ εὐφρανθῆναι ἐπὶ τοῖς γάμοις.
Εἶτ' ἐπεὶ πονηροὺς καὶ ἀγαθοῦς καλεῖσθαι <μὲν ἔ> δει, οὐ μὴν ωστε τους πονηρους μενειν πονηρούς, ἀλλὰ μεταμφιασαμένους καὶ ἀποθεμένους τὰ ἀλλότρια τοῦ γόμου ἐνδύματα ἐνδύσασθαι τὰ τοῦ γά- [*](10 Röm. 2, 14 f – 19 Vgl. Act. 3, 21 - 24 ff Vgl. C c Nr. 61 (Anfang) Or. Π 249, 6f) [*](1 εὕρισκον] vocabant lat. | ἀκούοντας κοὶ οὐκ] oboedientes tantum, non autem et lat. 8 μετριωτέρους + et rectiores lat. 18 <καὶ> Kl, vgl. lat. 19 ἀποκαταστάντων <τῷ θεῷ> Kl nach Diehl Koe, vgl. lat. ἀποκατάστασις Μ H 25 <μὲν ἔ > δει Κl Koe, vgl. lat. 29 – 632, 4 ἐνδύσασθαι — ἐνδύματα <Μa, ergänzt a. R. M c) [*](6 vocabant] et vocabant G L 29 indumenta] vestimenta L)
v.10.p.632
μου, »σπλάγχνα οἰκτιρμοῦ, χρηστοτητα, ταπεινοφροσυνην, πραοτητα, μακροθυμίαν« ταῦτα ταῦτα γάρ ἐστι τὰ τοῦ γάμου ἐνδύματα), διὰ τοῦτο ὁ βασιλεὺς εἰσέρχεται θεάσασθαι τοὺς ἀνακειμένους , πρὶν αὐτοῖς παραθῇ τὸ ἡτοιμασμένον ἄριστον, τοὺς ταύρους καὶ τὰ τεθυμένα σιτιστὰ καὶ πάντα τὰ ἕτοιμα, ἵνα θεασάμενος τηρήσῃ μέν τοὺς ἔχοντος ἔνδυμα γάμου καὶ εὐφράνῃ καταδικάσῃ δὲ τοὺς ἐναντίους. εἰσελθὼν οὖν εὑρίσκει τινὰ τῶν κεκλημένων καὶ ἐληλυθότων ἐπὶ τὴν κλῆσιν μὴ ἀλλάξαντα ἑαυτοῦ τὸ ἦθος μηδὲ ἐνδυσάμενον ἔνδυμα γόμου καὶ λέγει αὐτῷ· πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γόμου; εἶτ' ἐπεὶ ὁ ἁμαρτὼν καὶ μὴ ἀνακαινωδεὶς μηδὲ ἐνδυσάμενος τὸν κύριον Ἰησοῦν Χριστὸν ὡς μὴ ἔχων τόπον ἀπολογίας« φιμοῦται, διὰ τοῦτο γέγραπται τὸ ὁ δέ ἐφιμώθη. καὶ οὐκ ἀρκεῖ γε τὸ ἐκβληθῆναι τοῦ γάμου τὸν ἀτιμάσαντα τὴν κλῆσιν· δεῖ γὰρ αὐτὸν ὑπὸ τῶν διακόνων τοῦ βασιλέως τῶν πρὸς τοῖς δεσμοῖς τετογμένων, δεθέντα τὴν πορείαν ᾗ
[*](1 Kol. 3, 12 – 21 f Vgl. Kol. 3, 10 — 23f Vgl. Act. 25, 16 — 23 Π 249 10f — 28 ff Vgl. C c Nr. 62 Or. II 250, 5 f) [*](4 ἐστι <H 17 αὐτοῦ Μ 26 τὸ <Μ 30 πορείαν Kl, vgl. lat. u. ΙΙ πονηρίαν Μ H) [*](7 prandium praeparatum eis L | praeparatum] paratum G 11 atque delectet y* ad quae delectetur L 21/22 <vi> t Koe, vgl. 25 <obmutescit> Diehl, vgl. 29 incessionem Kl incessione y pedibus id est incessione L) v.10.p.633
οὐκ εἰς δέον ἐχρήσατο καὶ τὴν δραστήριον δύναμιν ἐν ᾗ πρᾶξιν ἀγαθὴν οὐκ ἐτέλεσεν, ρὐ μόνον ἀπὸ τοῦ γόμου ἐκβληθῆναι, ἀλλ' ὥστε καὶ εἰς τὸν ἀλλότριον φωτὸς > καταδικασθῆναι τόπον, ἔνθα σκότος ἦν τὸ ὡς ἐν σκότεσι βαθύτερον καὶ καλούμενον σκότος ἐξώτερον. κοὶ εἴ τίς γε ἡμῶν ἐπὶ τὴν κλῆσιν ἐλθὼν τοῦ βασιλέως εἰς τοὺς γάμους τοῦ υἱοῦ αὐτοῦ, δοκεῖ μέν ὑπακούειν καὶ ἔρχεσθαι μετὰ τῶν κεκλημένων, οὐ μὴν ἐνδέδυται τὸ προειρημένον ἔνδυμα γάμου, ταῦτα πείσεται κοὶ δεθεὶς ποδῶν καὶ χειρῶν ἐκβληθήσεται εἰς τὸ σκότος τὸ ἐξώτερον , ἔνθα κατὰ τὸ »οὐαί, οἱ γελῶντες νῦν, ὅτι κλαύσετε«, ὁ κλαυθμὸς τοῖς τὰ τοῦ κλαυθμοῦ καὶ θρήνου ἄξια ἁμαρτήσασι· κλαύσονται δὲ θρηνοῦντες τὰς ἰδίας ταλαιπωρίας. εἶθ' ἵνα παραστήσῃ ὁ λόγος τὸν φόβον καὶ τὸν τρόμον καὶ τὰ σκυθρωπὰ πράγματα καὶ τοὺς πόνους ἐν οἷς ἔσονται οἱ μὴ ἐνδεδυμένοι ἔνδυμα γόμου, εἶπε τὸ ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ οὐ μόνον ὁ κλαυθμός, ἀλλὰ καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
[*](19 Lue. 6, 25) [*](5 ἀλλ' ὥστε] 1. ἀλλὰ πρός γε ? Kl 6 <παντὸς> Diehl, vgl. gr. σκότεσι Κl, vgl. lat. und z. B. S. 644, 29 σκότω MH ταῦτα] similia lat. 19 ἔνθα + erit lat. 24 ἁμαρτίσασι H) [*](2 bonum opus L 8 f tenebris <y 10 et x* < ρ 12 ventus R Gvenerit B 17 <et> Koe, vgl. gr. 31 <fletus et> Diehl, vgl. gr.) v.10.p.634
καὶ ἐπιφέρεται τῇ ὅλη παραβολῇ, διὰ τὸ πολλοὺς δεδηλῶσθαι τοὺς κληθέντας οὐ πάνατας δὲ ἐληλυθέναι ἀλλ' ὀλίγους ἐξ αὐτῶν, τὸ πολλοί εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί.
Ταῦτα μέν οὖν ὁλοσχερέστερον εἰς τὴν παραβολὴν λελέχθω, πειρασόμεθα δέ ἐπανελθόντες ἐρευνῆσαι κατὰ τὴν παροῦσαν δύναμιν αὐτήν, ἐὰν ὄρα βοηθηθέντες ὑπὸ τοῦ τῆς σοφίας πνεύματος δυνηθῶμέν τινα καὶ βαθύτερα εἰς τὴν παραβολὴν εὑρόντες οἰκοδομῆσαι καὶ κατὰ τὸ εὔλογον σιωπῆσαι ἢ αἰνίξασθαι ἢ ἐκθέσθαι. ἡ βασιλεία τοίνυν τῶν οὐρανῶν ὡμοιώθη κατὰ μέν τὸν βασιλεύοντα ἀνθρώπῳ βασιλεῖ, κατὰ δὲ τὸν συμβασιλεύοντα τῷ βασιλεῖ τῷ υἱῷ αὐτοῦ, κατὰ δέ τὰ βασιλευόμενα τοῖς δούλοις καὶ τοῖς κεκλημένοις εἰς τοὺς γάμους, ὧν οἱ μὲν οὐκ ἤθελον τοῦ] εἰσελθεῖν, οἱ δέ ἀμελήσαντες τοῦ εἰσελθεῖν ἀπῆλθον, ὅς μέν εἰς τὸν ἴδιον ἀγρόν , ὅς δέ ἐπὶ τὴν ἐμπορίαν αυτου, καὶ ἄλλοι <δὲ> κρατήσαντες δούλους ὕβρισαν καὶ ἀπέκτειναν. ἔτι τῶν βασιλευομένων ἐστὶ καὶ τὸ στράτευμα τοῦ βασιλέως, κοὶ οἱ ἀπὸ τῶν <διεξόδων τῶν> ὁδῶν συναγόμενοι πονηροὶ καὶ ἀγαθοί, ἕως ἐπλήσθῃ ὁ γόμος [*](10 τοῦ <H a 23 τοῦ] υ 27 ἐπὶ] εἰς Μ 29 <δὲ> Koe, vgl. 33 <διεξόδων τῶν> Koe, vgl. lat.) [*](19 regi y* <G c L)
v.10.p.635
ανακειμενων, και ο εν τοῖς ἀνακειμένοις οὐκ ἔχων ἔνδυμα γόμου, καὶ οἱ κελευσθέντες διάκονοι δῆσαι τὸν μὴ ἔχοντ(ι ἔνδυμα γόμου ποδῶν καὶ χειροῖν καὶ ἐκβαλεῖν αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον.
Ἐδύνατο μέντοι γεγράφθαι· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ χωρὶς τῆς ἄνθρωπος προσθήκης. ἀλλ' ἐπεὶ πρόσκειται καὶ τὸ ἀνθρώπῳ, ἀναγκαῖον καὶ τοῦτο διηγήσασθαι, οὕτως ἄν ὡς ἐμοὶ δοκεῖ) σαφηνισθέν. τῶν μὲν πρὸ ἡμῶν ποιήσας τις βιβλία νόμων ἱερῶν ἀλληγορίας, τὰς ὡσπερεὶ ἀνθρωποπαθῆ παριστάσας λέξεις τὸν θεὸν διηγούμενος καὶ τὰς τὸ θεῖον αὐτοῦ ἐμφαινούσας, ἑνὶ μὲν ῥητῇ ἐχρήσατο περὶ τοῦ ὡς ἄνθρωπον λέγεσθαι εἶναι τὸν θεὸν ἀνθρώπους οἰκονομοῦντα, τῷ ἐτροποφόρησέ σε κύριος ὁ θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«, ἑνὶ δέ περὶ τοῦ μὴ ὡς ἄνθρωπον εἶναι τὸν θεόν, τῷ »οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι«.
ἡμεῖς δέ πολλὴν ἀφθονίαν ἔχομεν ἀπὸ τῶν [*](16 ff Vgl. Philo quod deus sit immutabilis § 53 (I, 280 Ma): δύο τὰ ἀνώτατα πρόκειται κεφάλαια περὶ τοῦ αἰτίου, ἔν μὲν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεός« (Num. 23, 19), ἕτερον δὲ ὅτι ὡς ἄνθρωπος κτλ. (Deut. 1, 31); vgl. auch Orig. hom. XVIII, 6 in Jer. (III, 158, 7ff) — 25 Deut. 1, 31 — 29 Num. 23, 19) [*](11 ἄνθρωπος] hominis lat. 12 πρόκειται Hu 19 τοῦ θεοῦ Μ) [*](17 libros <allegoricos> Diehl vgl. gr. 18 sermonem L 24 > Diehl, vgl. gr. 32 noster] ut mentiatur AT)
v.10.p.636
εὐαγγελικῶν περὶ τοῦ θεοῦ παραδειγμάτων, ἐν οἶς ὡμοιώθη κατα τινας παραβολὰς ἀνθρώπῳ. χρησόμεθα οὖν ταῖς ἄνθρωπον ὀνομαξούσαις παραβολαῖς τὸν θεὸν εἰς ἀπολογίαν τῶν ὅσον ἐπὶ ταῖς λέξεσιν ἀνθρωποπαθῆ φασκουσῶν εἶναι τὸν Χριστοῦ πατέρα, καὶ φήσομέν γε πρὸς τοὺς ἑτεροδόξους, διὰ τὸ μὴ νενοηκέναι τὰ οὕτο)ς λεγόμενα ἐν τοῖς παλαιοῖς γράμμασι προσκόπτοντας τῷ θεῷ νόμου καὶ προφητῶν καὶ τῆς τοῦ κόσμου κτίσεως ὅτι. εἴπερ ἀνθρώπῳ ὡμοίωται κατὰ τὰς τοῦ εὐαγγελίου γελίου παραβολὰς) ὁ θεός, διὰ τί ἀκολούθως ταύταις ταῖς παραβολαῖς οὐ παραδέχεσθε παραβολὴν εἶναι τὴν ὀργὴν <καὶ> τὸν καὶ τὴν μεταμέλειαν καὶ τὴν ἀποστροφὴν τοῦ προσώπου καὶ τὴν κάθισιν καὶ τὴν στάσιν καὶ τὸν περίπατον τοῦ θεοῦ ; τὸν γὰρ ἀναγεγραμμένον ἐν ταῖς προφητείαις ὕπνον αὐτοῦ ἤτοι οὐ παρετήρησαν ἢ ὁμολογήσουσιν εἶναι παραβολήν. καὶ ἔτι πρὸς ἐκείνους ἐροῦμεν ὅτι, εἰ μὴ βούλεσθε, ἀκολούθως τῷ ἐν παραβολῇ ἄνθρωπον λέγεσθαι τὸν θεόν, ἐν παραβολῇ ἀκούειν τῶν ἀνθρωποπαθῶς περὶ αὐτοῦ ἀπαγγελλουσῶν γραφῶν, παραστήσατε πῶς ἄνθρωπος ὁ τῶν ὅλων κατὰ τὸ
[*](1 εὐαγγελι<κ>ῶν Diehl, vgl. lat. 4 ταῖς + quasi lat. 6 ἀπολογίαν <γραφῶν> Κοe 9 τοὺς] τινας Koe, vgl. lat. 19 <καὶ> Kl, vgl. lat.) [*](2 locis y* <L 3/4 exponemus Kl, vgl. gr. exponimus x 9 dieemiis Kl, vgl. gr. dicamus G dicimus B L 12 peccant] et peccant y 13 et x* <μ | creationis x* creatoris ρ 18 dei v* <L) v.10.p.637
εὐαγγέλιον λέγεται θεός, οὐδὲν ἀνθρώπινον (ὡς ὑμεῖς ὑπολαμβάνετε) λεγόμενος ἔχειν ἐν ἑαυτῷ.
Ἐκ περιουσίασ δέ ἐλέγξομεν αὐτοὺς μηδέ τὰ τῆς καινῆς διαθήκης γράμματα ἐξητακότας, ἐν οἷς κατὰ τὴν ἐνταῦθα παραβολὴν ὁ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ βασιλεὺς ἄνθρωπος ὠργίσθη ἐπὶ τοῖς μὴ θελήσασι κατὰ τὴν κλῆσιν αὐτοῦ ἐλθεῖν εἰς τοὺς γάμους καὶ τοῖς ἀμελήσασι μὲν τοῦ δειπνήσαι εἰς τοὺς γάμους, ἀπεληλυθόσι δὲ εἰς τὸν ἴδιον ἀγρὸν ἢ ἐπὶ τὴν ἐμπορίαν, ὠργίσθη δὲ καὶ ἐπὶ τοῖς κρατήσασι τοὺς δούλους αὐτοῦ καὶ ὑβρίσασι καὶ ἀποκτείνασι. λεγέτωσαν γὰρ ἡμῖν πότερον ὁ ὀργισθεὶς οὗτος, ἅτε ποιῶν γάμους τῷ τῷ υἱῷ αὐτοῦ, ὁ πατήρ ἐστι τοῦ Χριοτοῦ ἢ ἄλλος τις παρὰ τὸν (ὅσον ἐπὶ τῇ παραβολῇ) ὀργισθέντα πατήρ ἐστιν αὐτοῦ. ἑκατέρως δέ στενοχωοηθήοονται, εἴτ᾿ ἐκ τοῦ μὴ θέλειν τὸν ὀργισθέντα ποιοῦντα γάμους τῷ υἱῷ πατέρα εἶναι τοῦ Χριστοῦ διὰ τὴν ὀργήν, εἴτ᾿ ἐκ τοῦ ἀνογκάζεσθαι διὰ τοὺς γάμους καὶ τὸν υἱὸν παραδέχεσθαι ὅτι αὐτὸς εἴη ὁ πατὴρ Χριστοῦ καὶ ὅτι ὀργίζεται. [*](2 ὑπολαμβάνεται H a 13 δειπνῆσαι 〈ἐλθοῦσιν〉 Koe 19ff gr. kürzt) [*](4 et ab exitu] 1. ex superfluo Diehl, vgl. gr. 5 veteris] lat. las παλαιᾶς st. καινῆς? 7f lat. frei)
v.10.p.638
ἐὰν δὲ διήγησιν τῷ ἀργίζεσθαι πειραθῶσι φέρειν, φήσομεν πρὸς αὐτοὺς ὅτι· ὦ οὗτοι, τίς ἡ ἀποκλήρωσις, μη φευγειν μευ τον εν τῳ εὐαγγελίῳ ποιοῦντα γάμους τῷ υἱῷ αὐτοῦ διὰ τὴν ὀργὴν καὶ ἄλλον ζητεῖν, ἐν δὲ τῷ νόμῳ καὶ τοῖς προφήταις διὰ τὸ αὐτὸ τῆς ὀργῆς ὄνομα καὶ τὰ παραπλήσια αὐτῇ ζητεῖν ἀναπλάττειν ἕτερον παρὰ τὸν τοῦ] νόμου καὶ προφητῶν θεόν ;