Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Ὅσον οὖν ἄνθρωποί ἐσμεν, καὶ οὐ συμφέρει ἡμῖν τὸν πλοῦτον »τῆς χρηστότητος« τοῦ θεοῦ καὶ τὸ πολὺ πλῆθος τῆς χρηστότητος« αὐτοῦ κεκρυμμένης ὑπ’ αὐτοῦ ἵνα μὴ βλαβῶμεν) θεωρεῖν, ἀναγκαίως ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ἵνα ἀνθρώποις λαλήσῃ ὡς ἄνθρωπος καὶ ἀνθρώπους οἰκονομήσῃ μὴ χωροῦντας οἰκονομηθῆναι ὑπὸ τοῦ θεοῦ, πάντη μένοντος θεοῦ καὶ ἐν τῷ λέγειν διὰ προφητῶν κοὶ ἐν τῷ οἰκονομεῖν ἀνθρώπους. καὶ τότε παύσεται ὁμοιουμένη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ , ὅταν παυσαμένου ζήλου καὶ ἔριδος καὶ τῶν λοιπῶν παθῶν καὶ ἁμαρτημάτων καὶ τοῦ »κατὰ ἄνθρωπον» περιπατεῖν, ἔξιοι γενώμεθα ἀκοῦσαι ἀπὸ τοῦ θεοῦ· ἐγὼ εἶπα • θεοί ἐστε καὶ υἱοὶ ὑφίστου πάντες«, [*](14 Vgl. Rom. 2, 4 – 15 f Vgl. Ps. 30, 20 – 26 – 639, 7 Vgl. II 246, – 7 – 28 f Vgl. I. Kor. ö. — 31 Vgl. I. Kor. 3, 3 – 33 Ps. 81, 6 — 33 — 642, 3 Vgl. C luc Nr. 48 Or.) [*](6 κοὶ <μὴ> ? Hu 11 τοῦ] 21 ἄνθρωπος + apud homines lat. 23 μένοντος] lat. las μὲν ὄντος Diehl Koe) [*](13/14 divinae bonitates L 20 dispensat G c)

v.10.p.639
ἢ τοῦ ριστοῦ αὐτοῦ, μηκέτι πράττοντες τοιαῦτα ἐφ’ οἶς λέγοιτ’ ἄν <ἡμῖν>· »ὑμεῖς δέ ὡς ἀποθηῄσκετε«. ἐγὼ δ’ οἶμαι ὅτι οὐ μόνον τὸ ἀνθρώπῳ βασιλεῖ ὁμοιοῦσθαι τὴν βασιλείαν τῶν οὐρανῶν παύσεται, ἀλλὰ καὶ ἄλλα μυρία ὧν χρῄζει ἁμαρτωλὸς ἄνθρωπος, οἶον γέγραπιαι ἐν τῷ Ὠσηέ • »ἐγὼ δέ εἰμι ὡς πάνυηρ τῷ Ἐφραΐμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα«, καὶ ἐν ἄλλῳ τόπῳ· »ἀπαντήσομαί« φησιν αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη. παύσεται οὖν ποτε ὢν ὡς πάνθηρ καὶ ὡς λέων καὶ ὡς ἄρκτος ἀπορουμένη, ὅτε διὰ τὸ τοὺς τόδε πεποιηκότος μηκέτι χρῄζειν τοῦ ὡς πάνθηρος καὶ τοῦ ὡς λέοντος κοὶ τοῦ ὡς ἄρκτου <ἀπορουμένης> αὐτὸς οὐκέτι ἔχων τοὺς <τοιούτους> τοιούτου χρῄζοντας, ἐμφανίσει ἑαυτὸν »καθώς ἐστιν«. ἐγὼ δέ οὕτως ἀκούω καὶ τοῦ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, ἐπείπερ ὅσον μέν <ἐν ἡμῖν> ἐστι τὰ τοῦ καταναλίσκεσθαι ἄξια, ἐπὶ τοσοῦτον ὁ θεὸς ἡμῶν πῦρ ἐστι κατανλίσκον« ἐκεῖνα· ἐπὰν δέ ἀναλωθῇ ὑπὸ τοῦ κατανα- [*](3 Ps. 81, – 10 Hos. 5, 14 — 12 Hos 13. 8 — 22 Vgl. I. Joh. 3, 2 – 23 Deut. 4, 24: oft von Orig. zitiert, Ζ. B. I, 283, 4ff. II, 142, 4ff. III 138, 20 – 27 Vgl. Deut. 4, 24) [*](3 > Diehl Kl Koe vgl. lat. 5 τὸ] τὼ Η a 14 — 16 παύσεται — ἀπορουμένη <Μ 15 ὢν Koe, vgl. lat. τῶν H 19 <ἀπορουμένης θεοῦ> Kl Koe, vgl. lat. 21 <τοιούτους> Κl, vgl. 24 — 27 πῦρ — Η 25 <ἐν ἡμῖν> Kl, vgl. lat.) [*](11 huic Ephrem y* <L 16ff lat. frei 21 <eum> Diehl 23 et <G L 25 — 27 quoniam – est y* <L)
v.10.p.640
λισκοντος πυρος τα πεφυκοτα υπ ἐκείνου ἀναλίσκεσθαι, τότε οὐκέτι μὲν ἔσται »ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, μόνον δέ ὡς εἶπεν Ἰωάννης φῶς, λέγων · ὁ θεὸς φῶς εστι«. τούτων δέ κινηθέντων πρόσχες εἰ δύνασαι τὸ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς οὕτως ἔχον · »ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, κοὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀφόμεθα αὐτὸν καθώς ἐστι«, τὸν τρόπον τοῦτον ἐκλαβεῖν. νῦν μέν γάρ, κἄν ἀξιωθῶμεν βλέπειν τὸν θεὸν θεὸν νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν »αὐτὸν καθώς ἐστιν« ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῖν γίνεται· ἐπὶ δέ τέλει τῶν πραγμάτων καὶ τῆς »ἀποκαταστάσεως πόντων ὧν ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἐξ αἰῶνος προφητῶν αὐτοῦ«, ὀφόμεθα αὐτόν, οὐχ ὡς νῦν, ὁ οὐκ ἔστιν, ἀλλ' ὡς πρέπει τότε, ὅ ἐστιν.

Ἅπαξ δέ ταῦτα εἰπόντες εἰς τὸ ὡμοιώθη ἡ βασιλεία [*](3 Vgl. Deut. 4, 24 — 5 I. Joh. 1, 5 — 7 I. Joh. 4, 8. 16 — 9/10 Zur Zitationsformel vgl. Harnack TU. 42, 4, 6, A. 3 — 10 I. Joh. 3, 2 — 22 Act. 3, 21 1 τὰ πεφυκότα] i. m. τὰ ἔργα δηλο ΑΒΒREV τῆς ἁμ ABBREV H 12/13 οἴδαμεν + autem lat. 26 ὃ] lat. las καθ᾿ ὃ Koe) [*](1 igni G a I consueta] lat. las εἰωθότα st. πεφυκότα Koe 4 <solum> Diehl, vgl. gr. 7 — est y* <L 8 movimus Kl, vgl. gr. novimus x 9 potes] potest esse L 21 dispositionem sitionem nostram L 24 sanctorum rum y* < L 25 <suorum> vgl. gr. 28 decuerit μ docuerit x)

v.10.p.641
τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ δυνάμεθα καὶ τὴν αἰτίαν εὐρεῖν τοῦ συνεχῶς τὸν σωτῆρα υἱὸν τοῦ ἀνθρώπου ἢ υἱὸν ἀνθρώπου ἑαυτὸν ὠνομακέναι, δηλοῦντα ὅτι, ὥσπερ ὁ θεὸς ἀνθρώπους οἰκονομῶν ὡς ἐν παραβολαῖς ἄνθρωπος λέγεται, τάχα δὲ πως καὶ γίνεται, οὕτως καὶ ὁ σωτὴρ προηγουμένως > υἱὸς ὢν τοῦ θεοῦ καὶ ἐστι καὶ υἱὸς τῆς ἀγάπης αὐτοῦ« καὶ »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου«· οὐ μένει δὲ ἐν ᾧ ἐστι προηγουμένωνς, ἀλλὰ γίνεται κατ' οἰκονομίαν τοῦ ἐν παραβλαῖς λεγομένου ἀνθρώπου ὄντος δέ θεοῦ) υἱὸς ἀνθρώπου, κατὰ τὸ μιμεῖσθαι, ὅταν ἀνθρώπους οἰκονομῇ, τὸν θεόν, λεγόμενον ἐν παραβολαῖς καὶ γινόμενόν πως ἄνθρωπον. καὶ οὐ χρή τινα ἄνθρωπον ζητεῖν κἀκείνου λέγειν υἱὸν εἶναι τὸν σωτῆρα, ἀλλὰ στάντα ἐπὶ τῆς ἐννοίας τοῦ θεοῦ καὶ τῶν λεγουσῶν παραβολῶν αὐτὸν εἶναι ἄνθρωπον συνετῶς ἀκούειν αὐτοῦ λέγοντος ἑαυτὸν υἱὸν τοῦ ἀνθρώπου. Παρ’ ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν <ἀνθρώπῳ> βασιλεῖ, [*](11 Vgl. Joh. 1, 1 - 12 Kol. 1 13; 15 – 19 lat. Vgl. Phil. 2, 7 ? — 29—642,3 Vgl. ΙΙ 246, 2f) [*](1 τῶν οὐρανῶν] τοῦ θῦ Μ 11 > Kl nach Koe, vgl. lat. 17 ὄντως Η a 21 πως] lat. las ὡς Koe 27 ἑαυτοῦ Μ 31 > Lo, vgl. C luc Nr. 48) [*](3 saepe salvator] et saepe salvator vator B saepe salvator et L 3/4 filium se L 11 <est> Kl, vgl. 16. 19 > u. [hominis] Diehl Kl, vgl. gr. <est—deus> KI, vgl. gr. 21 [sed] dei KI, vgl. gr. sed deum Χ 22 fit] sit L)
v.10.p.642
παρὰ δὲ τοῖς κατὰ τὰς γραφὰς λεγομένοις θεοῖς, ὧν »ἐν συναγωγῇ ἔστη ὁ θεός, ἐν μέσῳ θεοὺς« διακρίνων, ἡ βασιλεία τῶν οὐρανῶν ἐστιν ὁμοία ὁμοία θεῷ βασιλεῖ.

ζητήσεις δὲ εἰ, ὥσπερ ἐν ἀνθρώποις τοῖς ὑποδεεστέροις ὅσον ἐπὶ τῇ ἑαυτῶν φύσει) ἀγγέλων καὶ θρόνων καὶ κυριοτήτων καὶ ἀρχῶν καὶ ἐξουσιῶν ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, <οὕτως> ἐν θρόνοις ἡ βασιλεία τῶν οὐρανῶν θρόνῳ βασιλεῖ, κυριότησι δὲ κυριότητι βασιλεῖ, ἀρχαῖς δὲ ἀρχῇ βασιλεῖ, καὶ ἐξουσίαις ἐξουσίᾳ βασιλεῖ. φήσει γάρ τις · τίς ἡ ἀποκλήρωσις τοῖς μὲν ἐλάττοσιν ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν ἀνθρώπῷ βασιλεῖ, τοῖς δὲ κρείττοσιν ἀνθρώπων μὴ τὸ ἀνάλογον τούτῳ γίνεσθαι ;

Οὗτος δὴ ὁ ὁμοιωθεὶς ώπῳ βασιλεῖ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους. καὶ ἐπιστήσεις εἰ, ὥσπερ <ἐπὶ τῶν σωματικῶν> ἄλλη ἡ γαμουμένη νύμφη παρὰ τοὺς καλοῦντας δούλους καὶ τοὺς κεκλημένους εἰς τοὺς γόμους, οὕτως καὶ ἐπὶ τῶν μυστικῶν πραγμάτων οἱ μέν τινές εἰσιν ἀναλαμβανό- [*](2 Ps. 81, 1 – 8ff Vgl. Kol. 1. 16) [*](8 φύσει + et lat. 12 <οὕτως> Koe, vgl. lat. 13 θρώνω H 18 ἐλάττοσι Μ ἐλάττωσιν H | ὡμοιοῦσθαι Μ 28 <ἐπὶ—σωματικῶν > Κl Koe, vgl. lat.) [*](4 regi deo L 10 fit y* fecit L 13 15 regi y* regis L 15 autem] vero G <B I principatui ρ principi x 18 humiHoribus Kl, vgl. gr. hominibus X 31 <servi> Diehl, vgl. 34 constitutionem ρ constitutione x*)

v.10.p.643
μενοι εις το συστημα της νυμφης, ἄλλοι δέ εἰς τὴν τάξιν τῶν ἀποστελλομένεν δούλων καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, κοὶ τρίτοι παρὰ τούτους οἱ κεκλημένοι εἰς τοὺς γάμους. θεὸς δ’ ἄν εἰδείη τὰ διάφορα τάγματα τῶν ψυχῶν ἢ σὺν αὐταῖς καὶ δυνάμεων, καὶ τὴν αἰτίαν τοῦ τούοδε μέν ἐπὶ τὸ σύστημα τῆς νύμφης ἀναλαμβάνεσθαι, ἑτέρους δέ ἐπὶ τοὺς δούλους τοὺς διακονουμένους <ταύτῃ> τῇ κλήσει, κοὶ ἄλλους ἐπὶ τοὺς καλουμένους. ἐν πνευματικοῖς δέ γάμοις κοινωνιαν νόει λόγου νυμφίου <ὑποδοχήν,> τόκον δὲ καλῶς ποιούμενα νύμφης ψυχῆς, γαμουμένης λόγῳ καὶ μὴ φθειρομένης ὑπ' αὐτοῦ, ἀλλὰ καὶ καθ' ἑκάστην τὴν πρὸς αὐτὸν κοινωνίαν ἀφθαρσίας μεταλαμωανούσης καὶ γεννώσης, ὁποῖα γένοιτο ἐκ τοιούτων γόμων λογικὰ γεννήματα.

καὶ ἐν τοιούτοις γόμοις νόει τὸ ἑτοιμαζόμενον ἄριστον ἐκ στερεᾶς ἐν πενυματικοῖς λογίοις τροφῆς. καὶ τὸ στερεὸν τῆς τροφῆς τροπο- [*](29 – 645, 26 ( ?) Vgl. C c Nr. 59 Or. — 31 ff Vgl. Hebr. 5, 12) [*](13/14 <ταύτῃ> DiehlKoe, vgl. 21 <ὑποδοχήν> Diehl, vgl. lat. 22 καλῶς ποιούμενα Kl, vgl. lat. ἐν καλῶ ποιουμένου καὶ M H 27 l. ὁποῖα <ἂν> Kl 29 γενήματα Η a 31 λογίοις Koe λογικῆς Μ ΙΙ λογικοῖς H) [*](2. 12 ordinem Kl, vgl. gr. ordine x 9 earumque — virtutes] lat. versteht falsch 14 numerum Kl numero x 24 cottidie per] lat. las καθ’ ἑκάστην <τὴν ἡμέραν διὰ> τὴν Koe 33 et Kl, vgl. gr. ut x)

v.10.p.644
λογούμενόν μοι νόει ἐν τοῖς ταύροις, ἀλλὰ καὶ τὸ πνευματικὸν τῆς αὐτῆς θεωρίας ἐν τοῖς θυομένοις σιτιστοῖς, κοὶ τὴν ἄλλην δὲ ποικλίαν, τὴν ἀνάλογον τοῖς σωματικοῖς πνευματικὴν θεωρίαν, <ἐν> τῷ καὶ τὰ πάντα ἕτοιμα. ὁ γὰρ βασιλεὺς ἐν δαψιλείᾳ βασιλικῇ ἀξίως τῆς βασιλείας καὶ τοῦ πλούτου ἑαυτοῦ τὸ τοιοῦτον ποιεῖ ἄριστον.

Δοκεῖ δή μοι εὐγενῶν τινων ψυχῶν Ἰσραηλιτικῶν γεγονέναι ἡ προηγουμένη κλῆσις εἰς τοὺς γάμους. προηγουμενως γαρ διὰ τῶν καλούντων τῷ τῆς διδασκαλίας λόγῳ βούλεται ὁ θεὸς ἥκειν εἰς τὴν μακαρίαν ταύτην ἑστίαν τοὺς πρὸς σύνεσιν εὐφυεστέρους. καὶ ἔστιν ἰδεῖν ὅτι οὐ θέλουσιν οἱ τοιοῦτοι ἐλθεῖν εἰς τὴν κλῆσιν, καὶ διὰ τοῦτο ἀποστέλλονται ἄλλοι δοῦλοι προκαλούμενοι τοὺς μὴ θέλοντας ἐλθεῖν καὶ ἐπαγγελλόμενοι, εἰ ἔλθοιεν οἱ κεκλημένοι, μεταλήψεσθαι αὐτοὺς ἑτοιμασθέντος ὑπὸ τοῦ βασιλέως ἀρίστου, καὶ ταύρων τῶν ὡς ἐν καθαροῖς πόντων τῶν καθαρῶν μειζόνων, καὶ σεσιτευμένων τῇ ποικίλῃ κοὶ πολλῇ ἀποδείξει τῶν [*](28 ff Vgl. ΙΙ 247, 7 f : ἤτοι ταῦροι μὲν ἡ λογικὴ κοὶ ὡς ἐν καθαροῖς μείζων τροφή, στιστὰ τὸ πνευματικῶς ἡδὺ (vgl. Ζ. 2 gr., 1 lat.) τῆς θεωρίας κτλ. — 31 – 645,5 Vgl. II 247, 8f) [*](2 καὶ] <τὸ ἡδὺ καὶ τὸ τερπνὸν> κατὰ Koe, vgl. lat. u. II 5 ποικιλίαν] danach Liicke ? Koe, vgl. lat. 6 <ἐν> 7 TOJ] τοῦ Μ | τὰ <M 12 ψυχῶν + et lat. 21 ἰδεῖν + plertimqne lat. 22 εἰς + istam lat.) [*](5 et <L 7 dignus (lat. las ἄξιος)] digno G digna L 11 autem] enim B 26 quia <GL 26 27 invitati + quod G a 30 mundiora] lat. las μειζόνως > ? Koe)

v.10.p.645
εἰς ἕκαστον πρόβλημα νοημάτων. οἱονεὶ γὰρ σιτιστὸν παρατίθησι λόγον ἢ διηρημένον καὶ ἐν τροπολογίᾳ λεγόμενον τεθυμένον ὁ τὴν περὶ τοῦ Προκειμένου προβλήματος ἀπόδειξιν πολλὴν φέρων καὶ πλήρη. ὡς εἰ καθ’ ὑπόθεσιν) ὀλίγα τινὰ κοὶ ἀσθενῆ φέροιτο εἰς τὴν τῶν προβλημάτων ἀπόδειξιν κατὰ τὰ δοκοῦντα κατασκευάζειν αὐτά, εἶεν ἄν τὰ τεθυμένα λεπτά τινα καὶ ἰσχνὰ κοὶ (ἵν᾿ ὁμοίως ξηρὰ καὶ ἄσαρκα. ἀλλ' οὐ τοιαῦτα τὰ ἑτοιμασθέντα ἐν τῷ τοῦ βασιλέως ἀρίστῳ, ἐν ᾧ φησιν· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, οὕτω δέ καὶ τὰ πάντα ἕτοιμα, ἵν' ἐν τῇ στάσει τῶν παίδων κοὶ τῇ λειτουργίᾳ τῶν πνευματικῶν οἰνοχόων ἕκαστος τῶν διακόνων φέρῃ εἰς τὸ ἄριστον τεταγμένος ἐκεῖνα μάλιστα, ἐν οἶς ἔμαθε διακονεῖσθαι. καὶ προτρεπόμενός γε τοὺς (ὡς εἶπον) κατὰ τὴν παραβολὴν δευτέρους, εἶπε τὸ ἰδοὺ τὸ ἄριστον ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα. καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γόμους.

[*](3 ἢ] καὶ Koe 8 l. <προ> φέροιτο ? Κl, vgl. lat. ἰσχνὰ + et macra lat. 13 ἄσαρκα + verba lat. 16 τὰ <Μ 24 τεταγμένως H)[*](2 <varia et> Diehl, vgl. gr. 6 <et plenam> Diehl, vgl. gr. 12 tennia + esse B L)
v.10.p.646

23. Ἀλλ' οι προηγουμενως καλούμενοι ὡς πτωχοὶ καὶ ἄποροι τὸν νοῦν ἀμελήσαντες ἀπῆλθον, περιέποντες τὰ ἴδια καὶ εὐφραινόμενοι μᾶλλον ἐπ' αὐτοῖς ἢ οἶς ἐπηγγέλλετο διὰ τῶν ἀποσταλέντων δούλων ὁ βασιλεύς. καὶ ὅρα ὅτι ὁ μέν τις αὐτῶν ἔχων ἴδιον ἀγρὸν οὐκ ἦλθεν εἰς τοὺς γόμους, ὁ δὲ ἐμπορίαν I κεκτημένος μιμεῖσθαί πως θέλων τὰ λεγόμενα ἐν τῇ περὶ τοῦ ἐμπόρου τῶν μαργαριτῶν παραβολῇ, ζητοῦντος τοὺς »καλοὺς μαργαρίτας« κοὶ εὑρόντος »ἕνα πολύτιμον« καὶ ἀποδομένου τοὺς πολλούς, ἶνα ἀγοράσῃ τὸν ἔνα. πλὴν οὐκ αἴσιος ἡ ἐμπορία αὕτη, ἐφ’ ἥν ἀπελθὼν ὁ κεκλημένος οὐ μετέλαβε [*](27f Vgl. Matth. 13, 45 f — 30 f Vgl. II 248, 5f) [*](15 Πτωχοὶ τι sensu lat. | τὸν νοῦν] sermone lat. 24 κεκτημένος Koe, vgl. lat. κέκτηται Μ H) [*](16 egenos] das adj. gehort im lat. auch S. 647, 24 zu invitatores 19 <transmissos> Kl nach vgl. gr. 21 proprium + quendam G L)

v.10.p.647
τοῦ ἑτοιμασθέντος τῷ βασιλεῖ ἀρίστου κοὶ τῶν τεθυμένων ταύρων κοὶ σιτιστῶν καὶ πάντων τῶν ἑτοίμων. ὅσοι μέν οὖν τῶν διορατικῶν κληθέντες οὐκ ἔρχονται εἰς τὴν κλῆσιν, οὐ μὴν καἲ τοὺς ἀποσταλέντας δούλους ἐπὶ τὸ καλεῖν ὑβρίζουσι καὶ ἀναιροῦσι, μετριώτεροί εἰσι τῶν ταῦτα τετολμηκότων καὶ ἀναπαύονται ὅς μέν εἰς τὸν ἔδιον ἀγρόν, ὅς δέ ἐπὶ τῇ ἐμπορίᾳ αὐτοῦ. οἱ δὲ εἰσί. δοκεῖ δή μοι ὅτι ἐκπεπτώκασιν οὗτοι ἐπὶ παρασκευὴν ἐρισικῶν καὶ σοφιστικῶν λόγων, ἐν οἷς κρατοῦντες τῶν ἀποστελλομένων δούλων οὐ παρεσκευασμένων μένων πρὸς τὸ λύειν σοφίσματα ἢ κρατεῖν δοκοῦντες. ὑβρίζουσι τοὺς διακονουμένους τῇ κλήσει. καὶ ἔστι γε ἰδεῖν τοὺς προσπεπονθότας τῇ ἀσκήσει τῶν θείων λόγων καὶ μετὰ τῆς θείας σοφίας βουλομένους αὐτοὺς πρεσβεύειν, ὑβριζομένους ὑπὸ τῶν διορατικῶν μὲν οὐ βουλομένων δέ πιστεύειν πιστεύειν τῇ ἀληθείᾳ· τινὰς δέ αὐτῶν καὶ ἀναιρουμένους ὑπ' ἐκείνων, οἷς ὁ βασιλεὺς ὀργισθῆναι λέγεται, ἐπειδὴ ἔφθασε ἡ« καλουμένη »ὀργὴ ἐπ' αὐτούς«.

Τό δέ ἔργον τῆς ὀργῆς ἐστι [*](24 Vgl. I. Kor. 1, 26 — 32 I. Thess. 2, 16 — — 648,4 Vgl. II 248, 4f) [*](10 raura] talia lat . 21 ἔστιν ἰδεῖν Μ 27 αὐτοὺς Hu, vgl. lat. αὐτὸν Μ H 30 αὐτῶν Koe αὐτοὺς Μ H 32/33 ἔφθασε — ὀργὴ Kl φθάσαι τὴν καλουμένην ὀργὴν Μ H 33 αὐτοὺς + usque in finem lat.) [*](5/6 1. invitati ? Ivl, vgl. gr. 6 <ad vocationem> Diehl, vgl. gr. 8 et] nec L 10 quidam B L <R G 13 sunt] l. sint ? Diehl Kl)

v.10.p.648
πεμφθῆναι τὸ στράτευμα τοῦ βασιλέως, ἤτοι τὸ πλῆθος τῆς οὐρανιου στρατιας« η τους τεταγμενους ἐπὶ τῶν κολάσεων ἀγγέλους· καὶ ἀναιροῦσί γε τοὺς φονεῖς τῶν διακόνων τοῦ λόγου καὶ πᾶσαν τὴν πόλιν αὐτῶν ἐμπίπρησιν ὁ βασιλεύς. οἱονεὶ γὰρ πόλις <ἀσεβῶν> σύστημα καθ' ἕκαστόν ἐστι τῶν συγκεκροτημένων ἐν τῇ σοφίᾳ τῶν ἁρχόντων τοῦ αἰῶνος τούτου« δογμάτων, ἥν ἐμπίρησιν ὁ βασιλεὺς κοὶ ἔξαφανίζειν, ὡς ἐκ μοχθηρῶν οἰκοδομημάτων συνεστηκυῖαν. καὶ ἐπάν ποτε κατανοήσῃς καθαίρεσιν εἴτε »ψευδωνύμου Ι γνώσεως» εἴτε ὁποιωνποτοῦν λόγων ἐπαγγελλομένων ἀλήθειαν, καὶ ἀνατροπὴν αὐτῶν γενναίαν, μὴ ὄκνει λέγειν τὸ τοιοῦτον γεγονέναι ὑπὸ τῶν στρατιωτῶν τοῦ θεοῦ ἐμπιπράντων τὰς τῶν ἐχθρῶν τῆς ἀληθείας <τοῦ θεοῦ> πόλεις. ἐνεπρήσθη μέντοι καὶ ἡ πόλις τῆς Ἰουδαϊκῆς διδασκαλίας μετὰ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν, ἧς ἐμπρησθείσης εἶπε τοῖς δούλοις αὑτοῦ ὁ βασιλεὺς ἀπο- [*](2 Vgl. Luc. 2, 13 — 8fff Vgl. Orig. Sel. in Ez. 6,8 (Lomm. 14, 90): »πόλεις πόλεών« εἰσιν οἱ αἱρέσεις • ἑκάστη γὰρ αἵρεσις ἴδιον νόμον ἔχει καὶ ἰδίαν πολιτείαν ; Harnack TU. 42, 4, 61 f – 10 Vgl. I. Kor. 2, 6 – 14ff Vgl. den Titel von ’ Hauptwerk: ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως — Vgl. I. Tim. 6, 20 - 22 Vgl. Rom. 1, 25) [*](3/4 τεταγμένους] καλουμένους Μ 8 — 12 οἱονεὶ — βασιλεύς <Μ 8 οἱονεὶ] puto lat. | > Diehl KI Koe, vgl. lat. 15 κατανοήσῃς Kl nach Koe κατανοήσαις Μ H 17 ἐπαγγελλομένων υ ἐπαγγελομένων Μ H 20 στρατιῶν H 22 > Koe, vgl. lat. 24 τοῦ <H 26 βασιλεὺς + id est lat.) [*](6 siiccendunt] anders Ζ. 11 u. gr. 7 impiorum est L 17 <eorumque> Kl Koe, vgl. gr.)
v.10.p.649
στόλοις ριστοῦ ἢ ἀγγέλοις θεοῦ τεταγμένοις ἐπὶ τῆς κλήσεως τῶν ἐθνῶν· ὁ μέν γάμος ἔτοιμος, οἱ δέ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. κοὶ ἔστιν ἰδεῖν ἀπὸ πάσης ὁδοῦ ἰδιωτικῶν καὶ οὐκ ἰδιωτικῶν δογμάτων τῶν κατὰ τὰ ἔθη τῶν ἐθνῶν καὶ πόλεων καὶ κωμῶν κοὶ τόπων τοὺς καλουμένους εἰς τοὺς γάμους ἀπὸ τῶν προσταχθέντων τοῦτο ποιεῖν. ἐξελθόντες δέ οἱ δοῦλοι, εἴτε ἐπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ οἱ Χριστοῦ ἀπόστολοι, εἴτε ἀπὸ τῶν ἔνδον ὁρίων ἐν οἷς ἦσαν οἱ μακάριοι ἄγγελοι, καὶ ἐλθόντες εἰς τὰς ὁδοὺς καὶ συνήγαγον καὶ συνάξουσι πάντας οὕς ἐὰν εὕρωσι, πονηροὺς ***, ἵνα ἀποθέμενοι τὴν πονηρίαν τὸ τὸ ἀλλότριον τοῦ γόμου ἔν δυμα) καὶ ἐνδυσάμενοι μετὰ τῶν λεγομένων <ἔργων> ἀγαθῶν τὸ δυμα τοῦ γόμου πληρώσωσι τὴν τοῦ γόμου ἑστίαν ἑαυτῶν ἀνακειμένων.

[*](1 f Vgl. Hebr. 1, 14 ? — 23f Vgl. Rom. 13, 12?)[*](3 ἐθνῶν + dicens lat. 9 ἰδιωτικῶν Koe, vgl. lat. ἰδιωτικῆς MH Ι οὐκ] Hu, doch vgl. lat. 11 κομῶν H 18 οἶς Hu, vgl. lat. w Μ Η 24 *** Kl, es scheint zu fehlen τε καὶ ἀγαθούς· καὶ τοὺς μὲν πονηρούς> 27 <ἔργων> Kl Koe, vgl. lat.)[*](2 paratae + sunt B L 6 et peritorum y* <L 9 <et locorum> Diehl Kl, vgl. gr. 23 *** Kl vgl. zu gr. Ζ. 24 27 1. <dicta> sunt ? Diehl, vgl. gr.)
v.10.p.650

Ἐπὰν οὖν πλησθῇ γάμος ἀνακειμένων καὶ προσαναπαυσαμένων τῇ πίστει καὶ τῇ θεοσβείᾳ, τότε εἰσελεύσεται ὁ βασιλεὺς ἐπιθεωρῆσαι καὶ κρῖναι περὶ τῶν ἀνακειμενων, ινα τον μεν ουκ εχοντα ἔνδυμα γόμου ἐλέγξας κολάσῃ, τοῖς δέ λοιποῖς τὸ ἠτοιμασμένον ἄριστον παραθῇ καὶ τὰ τεθυμένα σιτιστὰ μετὰ τῶν ταύρων καὶ τὰ λοιπὰ πάντα οσα ητοιμασεν. ἕνα δέ εἶδε τὸν ἐνδεδυμένον ἐνδεδυμένον ἔνδυμα γόμου, εἰς ἔν γένος ἢ εἶδος ἀναφέρων τοὺς τὴν πρὸ τῆς πίστεως κακίαν τηρήσαντας καὶ μὴ ἀποδυσαμένους αὐτήν. κοὶ μέμφεταί γε τῷ τοιούτῳ, ὡς κακῶς ποιήσαντι κατὰ τὸ τετολμηκέναι εἰσελθεῖν εἰς τοὺς τοιούτους γόμους μὴ ἀναλαβόντι τὸ τοῦ γόμου ἔνδυμα, τὸ ὕφασμα τῆς ἀρετῆς, τὸ λαμπρὸν ἱμάτιον, περὶ οὗ Σολομῶν ἐν Ἐκκλησιαστῇ ἐνετείλατο λέγων· ἐν παντὶ κοιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά. φιμοῦται δέ ὁ τολμήσας εἰσελθεῖν χωρὶς ἐνδύματος γόμου εἰς τὸν λαμπρὸν τοῦτον γόμον [*](14 ff Vgl. Hier. in Matth. 176 B: unus iste omnes, qui sociati sunt malitia, intelleguntur — 18 ff Vgl. Hier. in Matth. 176 C: arguit inpudentiae, quod veste scrdida munditias polluerit nupticdes — 22 f Vgl. C c Nr. 61 (Mitte) Or. II 249, 7 — 25 Prediger 9, 8) [*](5/6 + qualitate lat. 14 εἶδε Kl, vgl. lat. οἷδε Μ ( ?) H 17 κακίαν + post fidem lat. οὗ <καἲ> Koe, vgl. lat. 26 σου Hu μου H <M) [*](2 recumbentibus et y* <L 4 hac R G c B <G a L | dei x* — et ρ 19 et <L 22 digna] lat. las τὸ > τοῦ Koe)

v.10.p.651
καὶ οὐ δύναται λέγειν· ὅστις ὡς ἄξιος κολάσεως καὶ κρίσεως καταδικάζεται ὑπὸ τοῦ ειπόντος τοῖς διακόνοις ἄλλοις <ἄλλοις> τὰ στρατεύματα), ἵνα δήσατντες αὔτοῦ πόδας καὶ χεῖρας οἷς οὐκ εἰς δέον ἐχρήσατο οὔτε γὰρ ἥν ἔδει πορείαν περιεπάτησεν οὔτε ἅς ἐχρῆν πράξεις ἐπετέλεσεν), ἐκβάλωσιν αὐτὸν οὐ μόνον ἔξω τῆς ἕστίας τοῦ γάμου ἀλλὰ καὶ εἰ <σβάλωσιν εἰ> τὸ ἐξώτερον σκότος καὶ πάντη φωτὸς ἀμιγές, ἵνα διψήσας φωτὸς μετὰ τὸ γεγονέναι ἐν σκότῳ τῷ ἐξωτέρῳ κλαύσῃ πρὸς τὸν δυνάμενον αὐτὸν εὐεργετῆσαι κἀκεῖθεν ῥύσασθαι θεόν, καὶ τοὺς ὀδόντος βρύξῃ τοὺς διὰ τὴν κακίαν φαγόντος τὸν ὅμφακα καὶ διὰ τοῦτο αἱμωδιάσαντας. τοῦ γὰρ φαγόντος τὸν ὄμφακα οἱ ὀδόντες« αἱμωδιάσουσιν · ὀμφακα δὲ κἀκεῖ νομιστέον λέγεσθαι τὴν κακίαν τοῦ μὴ ἐπιλανθανομένου τῶν »ὀπίσω« μηδ᾿> τοῖς ἐμπροσθ« ἀλλὰ παραμείναντος αὐτῇ, δέον ὁδεῦσαι ἐπὶ τὸ πέπειρον καὶ γλυκεῖαν ποιῆσαι τὴν τῆς ἀρετῆς σταφυλήν.

[*](5ff Vgl. Hier. in Matth. 176 D: vel certe ideo ligantur manus et pedes, ut maleoperari et currere desisiant ad effundendum sanguinem — 13 Vgl. II 250, 8 — 18. 21 Vgl. Jer. 38, 29 – 24ff Vgl. Phil. 3, 13)[*](8 πορείον + ad homim aliqtiando lat. 9 πράξεις + bonos lat. 11 εἰ- <σβάλωσιν εἰ>ς Kl nach Diehl Koe, vgl. lat. 17 βρύξυ H 18 τὴν < H a 24 <ἐπιλανθανομένου—μηδ᾿> Kl, vgl. 25 ἐπεκτεινομένους Μ 28 καὶ γλυκεῖαν ~lat. | τῆς] alicuius lat. 29 ἀρετῆς + nmnducabilem lat.)[*](8/9 concurrerat G 10 eiciant] et eiciunt GL 13 ab <L 14 iniciant R B iniciunt G L 16 <d> Diehl Koe, vgl. gr. | eius] eum G a ? L 18f acerba manducaverant malitia L 28 offerre] lat. las παραστῆσαι st. ποιῆσαι Diehl)
v.10.p.652

Ἐπιφέρει δὲ ὅλη τῇ παραβολῆ διὰ μέν τοὺς πολλοὺς τῶν κεκλημένων καὶ μὴ γενομένων ἀξίων τὸ πολλοὶ γάρ εἰσιν κλητοί, διὰ δὲ τοὺς εἰσελθότας εἰς τόν γόμον κοὶ ἀνακλιθέντας ἐκεῖ ὡς ὀλίγους τὸ ὁλίγοι δὲ ἐκλεκτοί. καὶ εἴ τίς γε κατανοήσαι τὰ πολυάνθρωπα ἀθροίσματα τῶν (ἵνα ἁπλούστερον ὀνομάσω) ἐκκλησιῶν καὶ ἐξετάσαι, πόσοι μέν οἱ βιοῦντες ἐπιεικέστερον καὶ μεταμορφούμενοι »τῇ ἀνακαινώσει τοῦ νοός«, πόσοι δὲ οἱ ῥᾳθυμότερον πολιτευόμενοι καὶ συσχηματιζόμενοι »τῷ αἰῶνι τούτῳ«, ἴδοι ἄν ὅτι χρήσιμός ἐστιν ἡ λέγουσα τοῦ σωτῆρος φωνή · πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί. Καὶ ἀλλαχοῦ λέλεκται· »πολλοῖ ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσι« καὶ »ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι ὀλίγοι εὑρίσκουσιν αὐτήν«.

Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ καὶ τὰ ἑξῆς [*](1 ff Vgl. II 250, 11 ff— 8 ff Vgl. Orig. hom. 4, 3 in Jer. (III, 25, 16ff): κοὶ ἀληθῶς ἐὰν κρίνωμεν τὰ πράγματα ἀληθείᾳ καὶ μὴ ὄχλοις, καὶ κρίνωμεν τὰ πράγματα προαιρέσει καὶ μὴ τῷ βλέπειν πολλοὺς συναγομένους, ἀψόμεθα νῦν ὡς οὐκ ἐσμὲνπιστοί κτλ. u. ö a? vgl. Harnack TU. 42, 4, 109 A. 1. 114 - 14. 16 Vgl. äm. 12, 2 — Luc. 13, 24 - 23 Luc. 13, 24, vgl. Matth. 7, 14b) [*](5 εἰσιν + οἱ H 7 ἀνακλιθέρντας Hu ἀνακληθέντος Μ H | ὡς < Μ 11 ἀπλουστέρων Η a 22/ 23 ísxqy- δουδιν H) [*](8 autem] vero L 26 tunc] secundum mathm. XXII. In illo tempore L)

v.10.p.653
εως του καὶ ἀφέντες αὐτὸν ἀπῆθον (Matth. 22, 15-22).

Τὸ βούλημα τῆς ἐκκειμένης λέξεως κατὰ τὸ ῥητὸν τοιοῦτον εἶναί μοι φαίνεται. Ἰουδαῖοι, ἅτε ἰδίαν ἔχοντες τὴν κατὰ τὸν Μωσέως νόμον διδασκαλίαν κοὶ πολιτείαν ἀπεξενωμένην τῆς τῶν ἐθνῶν ἀγωγῆς καὶ δόγμα ἔχοντες τὸ λέγον· »ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος πολεμήσει περὶ σοῦ«, ἀνθίσταντο τοῖς κρατοῦσιν αὐτῶν ἔθνεσιν ὑπέρ τοῦ μὴ παραβῆναι τὸν νόμον τοῦ θεοῦ. καὶ πολλάκις γε ἄρδην ἀπολέσθαι κεκινδυνεύκασιν ἐπὶ Ῥωμαίων βουλομένων ἀνδριάντα Κάισαρος εἰσαγαγεῖν εἰς τὸν νεὼν τοῦ θεοῦ, ἀνθιστάμενοι καὶ κωλύοντες τοὺς ἰσχυροτέρους αὐτῶν γενομένους ἐκ τοῦ ἡμαρτηκέναι Ἰουδαίους. εὕρομεν δέ ἐκ τῶν κατὰ τὸν χρόνον Τιβερίου Καίσαρος ἱστοριῶν γραφάς, ὡς ὄρα ἐπὶ Ποντίου Πιλάτου ἐκινδύνευσεν ὁ λαός, τοῦ μέν Πιλάτου βιαζομένου ἀνδριάντα Καίσαρος ἀνα- [*](16 Sir. 4, 28 — 27ff Vgl. Josephus Ant. XVIII, 1 f. 4. 11; Bell. II, 8f; Harnack TU. 42, 4, 51) [*](8 ἀπῆλθον + ερὶ (!) τῶν ἐπερωτσάντων διὰ τὸν κῆνσον H 10 τὸ] ὸ (!) H am Anfang d. Zeile 15 τῆς] omni lat.) [*](5/7 dic — non] OineUa Origenis de eadem lectione L 7 aut non] an non B 13 conversationem umfaCt wohl διδασκαλίαν καὶ πολιτείαν Elt 31/32 templo L)

v.10.p.654
θεῖναι ἐν τῷ ναῷ τῶν δὲ καὶ παρὰ δύναμιν κωλυόντων · τὸ δ’ ὅμοιον ἀναγέγραπται γεγονέναι καὶ κατὰ τοὺς χρόνους Γαΐου Καίσαρος. καὶ στοχαζόμεθα ὅτι, ὅσον μὲν ἀπεσκοπεῖτο ὁ λαὸς καὶ τὸν λεγόμενον κατὰ τοὺς προφήτας φραγμὸν περιτετείχιστο »ὁ ἀμπελὼν τοῦ γυρίου οἶκος Ἰσραήλ, καὶ τὸ ἠγαπημένον νεόφυτον αὐτοῦ ἄνθρωπος Ἰούδα«, οὐδὲν τηλικοῦτον ἐγένετο. τὸ παραδοξότατον δέ· αὐτὸς πρῶτος ἐτόλμησε μιᾶναι τὸν ναὸν τοῦ θεοῦ ὁ Πιλᾶτος, ᾧ παρέδωκαν τὸν Ἰησοῦν.

Καὶ κατὰ τὸν χρόνον οὖν τοῦ σωτῆρος, ἡνίκα φόρον ἐπετάχθησαν δοῦναι Ἰουδαῖοι Ῥωμαίοις, σκέψις καὶ βουλὴ ἦν ἐν Ἰουδαίοις περὶ τοῦ πότερον καθήκει τοὺς ἀνακειμένους τῷ θεῷ καὶ μερίδα ὄντος αὐτοῦ διδόναι φόρον τοῖς ἄρχουσιν ἢ ὑπὲρ ἐλευθερίας πολεμεῖν, εἰ μὴ συγχωροῖτο ζῆν ὡς βούλονται, [*](2. 12 Vgl. Josephus Ant. XVIII, If. 4. 11; Bell. II, 8 f ; Harnack TU. 42, 4, 51 — 7 Vgl. Jes. 5, 2 — 8 Jes. 5, 7 — 21ff Vgl. Hier. in Matth. 177 A: nuper . . . ludaea subiecta Romanis . . . stipendiaria facta fuerat, et erat in populo magna seditio, dicentibus aliis . . . debere tributa persolvi . . . , Pharisaeis vero . . . e contrario nitentibus, non debere populum dei . . . humanis legibus stihiacere — 26 Vgl. Deut. 32, 9) [*](1 λαῶ Μ 5 στοχαζόμεθα > Koe, vgl. lat. 6 λαὸς + deus lat. 7 φραγμὸν + dominicae tuitionis lat. 8 ὁ ἀμπ.] quasi vinea lat. 11 ἐγένετο + eis lat. 28 συγχωρεῖν τὸ H) [*](3 cai Bc gai B a G L 6 > Kl, vgl. gr. 7 tuitionis] visitationis B 11 popukim] lat. las λαὸν st. ναὸν 22 <Iudaei> Diehl, vgl. gr.)

v.10.p.655
καὶ μὴ διδόναι φόρον. καὶ ἱστόρηται ὅτι Ἰούδας μὲν ὁ Γαλιλαῖος, οὗ μέμνηται καὶ Λουκᾶς ἐν τοῖς τῶν ἀποστόλων Πράξεσιν, ἀποστήσας πολὺ πλῆθος Ἰουδαίων, ἐδίδασκε μὴ δεῖν διδόναι Καίσαρι φόρον μηδἐ γύριον ἀναγορεύειν τὸν Καίσαρα· ὁ δὲ κατὰ τὸν καιρὸν αὐτοῦ τετράρχης πείθειν ἐβούλετο τὸν λαὸν εἴκειν τῇ παρούσῃ κατατάσει κοὶ μὴ αὐθαίρετον αἱρεῖσθαι πρὸς ἰσχυροτέρους πόλεμον, διδόναι δέ τοὺς φόρους. καὶ ἡ προκειμένη δέ τοῦ εὐαγγελίου λέξις οὐ σαφῶς μέν <ἀλλὰ> ἐμφαίνει τὰ τοιαῦτα, δὲ δυναμένῳ βεβασανισμένως ὁρᾶν τό ἐκκείμενον ῥητὸν παρίστησι ταῦτα οὕτως ἔχειν. χώραν γὰρ οὐκ εἶχον <ἂν> Φαρισαῖοι βουλόμενοι ἐν λόγῳ τὸν Ἱησοῦν, ἀποστείλαντες ἑαυτῶν τοὺς μαθητὰς μετὰ τῶν Ἡρωδιανῶν πυθέσθαι τοῦ Ἰησοῦ, πότερον ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ, εἰ ὁμολο . γούμενον ἦν ὅτι οὐ δεῖ δοῦναι. καὶ εἰ συμπεφωνημένον ἦν τὸ > διδόναι.

Καὶ ὅρα εἰ μὴ δηλοῦται τὰ τῆς ἐκκειμένης ἱστορίας ἐκ τοῦ τοὺς [*](2ff Vgl. Act. 5, 37; Josephus Ant. XVIII, If — 8ff Vgl. Hieron. in Matth. 177 B: Caesar Augustus Herodem . . . regem ludaeis Iudaeis qui tributis praeesset et Romano pareret impcrio) [*](15 <ἀλλὰ> Kl Koe, vgl. 19 iavy Diehl, vgl. lat. 25. 28 ἦν + apud eos lat, 25 δεῖ δοῦναι Kl nach Hu, vgl. lat. διδόναι M H 28 τὸ > Koe, vgl. lat. ὅτι MH) [*](2/3 quidem ρ quidam x* Pasch 4 et X Pasch ρ 5 avellens x* evellens ρ 7/8 dominum + neque y 24 eum] 1. lesum ? Dielil, vgl. gr. 26 aut] an B)

v.10.p.656
βουλομένους παγιδεῦσαι ἐν λόγω̣ τὸν Ἰησοῦν Φαρισαίους μὴ μόνους ἀπεσταλκέναι τοὺς μαθητὰς ἑαυτῶν πευσομένους περὶ τοῦ κήνσου, ἀλλὰ μετὰ τῶν Ἡρωδιανῶν. εἰκὸς γὰρ ὅτι ἐν τῷ λαῷ τότε οἶ μὲν διδάσκοντες τελεῖν τόν φόρον Καίσαρι ἐκαλοῦντο Ἡρωδιανοὶ ὑπὸ τῶν μὴ θελόντων τοῦτο γίνεσθαι· οἱ δὲ φαντασίᾳ ἐλευθερίας κωλύοντες διδόναι τόν φόρον τῷ Καίσαρι, ἐδόκουν εἷναι οἶ ἀκριβοῦντες τὰ Ἰουδαίων μαθήματα Φαρισαῖαι. εἰ δὲ μὴ βούλεταί τις ταῦθ’ οὕτως ἔχειν, δηλωσάτω πῶς βουλόμενοι αὐτὸν παγιδεῦσαι ἐν λόγῳ ἀποστέλλουσι τοὺς ἑαυτῶν μαθητὰς οἱ Φαρισαῖοι, ἀποστέλλουσι δέ καὶ τοὺς Ἡρωδιανοὺς πευσομένους περὶ τοῦ φόρου. ποία γὰρ παγὶς ἦν ἐν τῷ ἀποκρίνεσθαι τὸν Ἰησοῦν, εἴτε βούλεται κῆνσον δίδοσθαι Καίσαρι εἴτε μή, εἰ μὴ (ὡς ἀποδεδώκαμεν) κωλύοντος μὲν αὐτοῦ διδόναι κῆνσον Καίσαρι, ἔμελλον Ἡρωδιανοὶ παραδιδόναι αὐτὸν Ῥωμαίοις, ὡς ἀποστασίαν διδάσκοντα, ἐπιτρέποντος δέ οἱ Φαρισαῖοι ἔμελλον κατηγορεῖν τοῦ Ἰησοῦ ὡς βλέποντος εἰς πρόσωπον ἀνθρώπου μὰλλον ἤπερ διδάσκοντος ἐν ἀληθείᾳ τὴν ὁδὸν τοῦ θεοῦ; βασάνισον δέ παρὰ σαυτῷ ὅτι οἱ τῶν Φαρισαίων [*](5ff Vgl. Hieron. in Matth. 177 C : seii quos iyihidentes Pharisaei, quia Romanis iributa solvehant, Herodianos vocabant – 6f Vgl. II 252, 3f) [*](7 τελεῖν] oportere dare lat. 15 δηλωσάτω Koe σωσάτω Μ H 21 ἀποκρίνασθαι H 22 διδόναι Μ 34 σαυτῷ + et vide lat.) [*](1 <Pharisaei> Diehl, vgl. 5/6 docebant Kl, vgl. gr. dicebant Χ 27 <Herodiani> Diehl Kl, vgl. 1 secessionis? Koe 28 dare B 32 autem <tecum> Diehl, vgl. gr.)
v.10.p.657
μαθηταὶ λέγοντες · διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου οἷον προκαλοῦνται αὐτὸν διὰ <τούτου> ἐπαίνου ἐπὶ τὸ μὴ λαβεῖν πρόσωπον τῶν Ἡρωδιανῶν καὶ τῶν οἵ ἐφρόνουν τὰ Καίσαρος, ἴνα ἀπφηνάμενος κατὰ τὸ βούλημα τῶν Φαρισαίων περὶ τοῦ μὴ δεῖν Καίσαρι διδόναι φόρον, ὑπαὐτῶν παραδαθῇ τοῖς Ἡρωδιανοῖς. ὅρα δὲ καὶ γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πανουργίαν αὐτῶν εἶπε· τί με πειράζετε, ὑποκριταί; οὐκοῦν ἤδει πειραζόμενος ὑπὸ τῶν Φαρισαίων μετὰ πανουργίας αὑτῷ προσερχομένων, ἶν’ ὅ τί ποτ’ ἄν ἀποκρίνηται ἐκ τῆς ἀποκρίσεως ἐπιβουλεύσωσιν αὐτῷ.

Ταῦτα μὲν οὖν ἐκ τοῦ προκειμένου εὐαγγελίου λελέχθω εἰς τὸν τόπον ὡς πρὸς τὴν λέξιν, οἶς συνᾴδει καὶ τὰ τοῦ Μάρκου καὶ τοῦ Λουκᾶ ῥητὰ [*](6ff Vgl. Hieron. in Matth. 178 A: hlanda et fraudulenta interrogatio illuc provocat respondentem, ut magis deum quam Caesarem timeat et dicat non debere tributa solvi, ut statim audientes Herodiani seditionis contra Romanos principem teneant — 15 Zu πανουργίαν vgl. Hautsch TU. 34, 2 a, 75) [*](6 ἀνθρώπου (so G Θ usw. im Ν Τ)] hominum lat. 7 > Diehl Kl Koe, vgl. lat. 9 καὶ τῶν <lat. 10 lat. las ἀποκρινάμενος ? Diehl 24 ἤδη M) [*](1 in veritate doces G 2 curae B 7 ut y* (Pasch) aut L 11 > Diehl, vgl. gr. 19. 21 eis] illis L)

v.10.p.658
περὶ τῶν ὁμοίων ὡς δυνατόν σοι παραθεμένῳ τὰ εὐαγγέλια καὶ συνεξετάζοντι αὐτὰ ἀλλήλοις ἰδεῖν · οὐκ ἄλλος γὰρ νοῦς ἐστι παρὰ τοῦτον εἰρημένος τῷ Ματθαίῳ περὶ τῶν κατὰ τὸν τόπον, καὶ παραπλησίως Ματθαίῳ παρὰ τῷ Μάρκῳ. ἅμα δέ καὶ διδασκόμεθα ἀπὸ τοῦ σωτῆρος ἡμῶν μὴ τοῖς ὑπὸ τῶν πολλῶν λεγομένοις καὶ διὰ τοῦτο ἐνδόξοις φαινομένοις προφάσει τῆς εἰς θεὸν εὐσεβείας προσέχειν, ἀλλὰ <τοῖς> ὑπὸ τῆς ἐξετάσεως τῆς ἀκολουθίας τοῦ λόγου παρισταμένοις. πρόσχες γὰρ ὅτι, ζητουμένου τοῦ εἰ δεῖ διδόναι Καίσαρι κῆνσον ἢ μή, οὐχ ἁπλῶς ἀπεφήνατο τὸ δοκοῦν ἑαυτῷ ἀλλὰ εἰπὼν ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου ἐπύθετο, τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή, καὶ εἰποῦσιν ὅτι Καίσαρος , ἀπεκρίνατο ὅτι δεῖ ἀποδιδόναι τῷ Καίσαρι τὰ αὐτοῦ αἰτοῦντι καὶ μὴ ἀποστερεῖν αὐτὸν τῶν ἰδίων φαντασίᾳ θεοσεβίας· οὐ δήπου δὲ τὰ μέν Καίσαρος ἀποδιδόναι δεῖ τῷ Καίσαρι οὐχὶ δέ καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ, κοὶ οὐ κωλύεταί τις ἀποδιδοὺς Καίσαρι τὰ Καίσαρος ἀποδιδόναι τῷ θεῷ τὰ τοῦ θεοῦ.

Δύναται δέ τις τὰ κατὰ τὸν τόπον οὕτως τροπολογῆσαι. συνεστήκαμεν ἐκ ψυχῆς καὶ σώματος (ὑπερκείσθω δὲ νῦν λέγειν ὅτι καὶ πνεύματος) κοὶ ὀφείλομέν τινα διδό- [*](6 Η a 13 <τοῖς> Koe 22 δεῖ <M 24 αὐτὸν] οὐτῶ Μ a 27 τῷ Μ a 29 καὶ + enim lat. 85 λέγειν <H <) [*](13 *** Diehl, vgl. gr. 16 aut] an B 18 ei x* eis μ 20 <imago et> Kl, vgl. gr. 23 1 petenti> ? Kl nach Diehl, vgl. gr.)

v.10.p.659
ναι ωσπερει φορον σωματων αρχοντι λεγομένῳ Καίσαρι, τὰ ἀναγκαῖα τῷ σώματι, ἔχοντα τὴν εἰκόνα τοῦ τῶν σωμάτων ἄρχοντος σωματικήν· ταῦτα δέ ἐστι τροφὴ καὶ σκέπη καὶ ἀναγκαία διανάπαυσις καὶ ὕπνοι. καὶ ἄλλα ὀφείλομεν, ἐπεὶ ἡ ψτχὴ φύσει κατ' εἰκόνα ἐστὶ θεοῦ, τῷ βασιλελῖ αὐτῆς θεῷ ἅπερ ἐστὶ συμφέροντα καὶ κατάλληλα τῇ τῆς φυχῆς φύσει καὶ οὐσίᾳ · ταῦτα δέ εἰσιν > αἱ ἐπ’ ἀρετὴν ἄγουσαι ὁδοὶ κοὶ αἱ κατ’ ἀρετὴν πράξεις. οἱ οὖν διδασκόμενοι τὸν νόμον τοῦ θεοῦ περὶ τῶν τοῦ σώματος πραγμάτων καὶ ὀφειλομένων αὐτῷ οὐ τὰ αὐτὰ δοξάζουσιν. οἱ μέν γὰρ τὸ ἀνάλογον ποιοῦσι τοῖς συμβουλεύουσι μὴ διδόναι κῆνσον Καίσαρι, ὅσηδύναμις δύναμις νηστείαις καὶ ἀγρυπνίαις κακοῦντες τὸ σῶμα καὶ ἀποχῇ πάση τῇ διὰ τὸ σῶμα κοὶ τὰς ἀναγκαίας αὐτοῦ πράξεις. [*](13 Vgl. Gen. 1, 27 — 22 Vgl. öm. 13, 14 ?) [*](6 l. mit lat. ὕπνοι (Koe) καὶ > ἀναγκαῖα δι’ ἀνάπαυσιν Kl, woran sich lat. 9 — 11 öße ? 16 <πᾶσαι> Kl Koe, vgl. lat. 20 + supra modum lat. vgl. S. 660, 14 f 21 θεοῦ + et lat. 25 1. etwa > τοῖς ? Diehl Kl Koe; doch hat gr. auch S. 660, 19ff die Herodianer nicht 26 Καίσαρι + id est lat.) [*](14 regis sui] lat. las τοῦ βασιλέως 16 vias B <et—virtutem> vgl. gr. 19 ea <B 24 tributum Caesari L 25 — 27 lat. las κακοῦν > τες Koe)
v.10.p.660
ἔτεροι δέ παρὰ τούτους εἰσίν, οἴ ἀτρανώτως μέν διαλαμβάνουσι περὶ τῶν κατὰ τὸν τόπον, φαντάζονται δέ ὅτι καὶ τῷ σώματι διδόναι τὰς ὀφειλάς. ἀλλ' ὁ σωτὴρ ἡμῶν ὁ λόγος τοῦ θεοῦ«, τρανῶς χωρίζων τὰς εὐλόγους τῷ σώματι ὀφειλὰς ἀπὸ τῶν <πνευματικῶν> ὀφειλῶν τῆς φησιν· ἀπόδοτε τὰ Καίσρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ· εἰκόνα γὰρ ἔχει Καίσαρος καὶ σωματικῶν πραγμάτων ὁ φόρος, [*](3 I. Tim. 4, – 3 – 24 Hebr. 4, 12 27 <πνευματικῶν> Diehl Kl vgl. lat. 31 πραγματικῶν H) [*](3 in <L 10 et iubentium <y 27 dixit G L 36 a <B B (G vacat))
v.10.p.661
ὅν μόνον καὶ οὐδὲν πλέον αὔτοῦ ὀφείλομεν τῷ σώματι.

Οἶδα δέ καὶ ἄλλην εἰς τὸν τόπον τοιαύτην φερομένην διήγησιν. ὁ μέν ἄρχων τοῦ αἰῶνος τούτου ἐν τροπολογίᾳ καλεῖται Καῖσαρ· ὁ δὲ <πάντων> τῶν αἰώνων ἐν οὐδενὶ συμβόλῳ τυγχάνων θεὸς πανταχοῦ ὀνομάζεται. ἐπεὶ τοίνυν ἔχομέν τινα τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου. τουτέστι τὰ κατὰ κακίαν, καὶ οὐ πρότερον δυνάμεθα ἀποδιδόναι τὰ τοῦθεοῦ τῷ θεῷ, ἐὰν μὴ ἀποδῶμεν, ἀποθέμενοι πάντα τὰ τῆς κακίας, τῷ Καίσαρι τὰ τοῦ Καίσαρος , διὰ τοῦτο ὁ σωτὴρ ἐπιδειχθέντος τοῦ νομίσματος καὶ τῆς ἐν αὐτῷ εἰκόνος φησίν· ἀπόδοτε τὰ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῶ θεῶ. κοὶ τοῦτο δέ κατὰ τὸν [*](15 ff Vgl. Harnack TU. 42, 4, 24 - 17 Vgl. Joh. 12, 31 22 <πάντων> Diehl Koe, vgl. 23 ἐν οὐδενὶ] lat. las οὐκ ἐν ἑνὶ Koe 25 τινα + in nobis lat.) [*](6 ad minorationem y* a domino rationem L ad rationem μ 7 sic X* ρ 16 <am exposit> ionem Diehl, vgl. gr. 18 Caesar x* μ)

v.10.p.662
τόπον σκοπήσωμεν ὅτι, ἐόν ποτε πειραζόμενοι ὑπὸ τῶν ζητούντων ἀφορμάς, προτεινόντων προβλήματά <τινα> οὐχ ἶνα μάθωσιν ἀλλ’ δύναμις ἡμῶν κατηγορήσωστιν, ἀκούωμεν λόγους πειραστικοὺς ἡμῶν, οὔτε πάντη σιωπᾶν ὀφείλομεν οὔτε ὡς ἔτυχεν ἀποκρίνασθαι, ἀλλὰ περιεσκεμμένως καὶ μετὰ περισκέψεως, εἰς τὸ (ὅση δύναμις) ἀφορμὰς »τῶν θελόντων« ἀφορμάς, καὶ διδάσκειν ἀνεπιλήπτως τὰ σῴζοντα τοὺς βουλομένους ἐν τῷ ἀκούειν σῴζεσθαι. δύνανται δέ οἱ μέν Φαρισαῖοι λαμβάνεσθαι εἰς τοὺς διδασκάλους τῶν διαφόρων Ἰουδαϊκῶν παραδόσεων, οἱ δὲ Ἡρωδιανοὶ εἰς τὸν νομιζόμενον παρὰ τοῖς πολλοῖς βασιλικὸν Ἰουδαίων τῶν οὕτως ἁπλούστερον λεγομένων λόγον. ἀφ’ ἑκατέρων οὖν πυνθάνονται τοῦ σωτῆρος τὰ περὶ τοῦ κήνσου. ὁ δὲ αὐτοῖς ἀποκρίνεται, ὡς ἀποδεδώκαμεν· πλὴν ἐπεὶ οὐ μαθεῖν βούλονται ἐκ τοῦ ἐρωτᾶν αὐτόν, ἀλλὰ παγιδεῦσαι ἐν λόγῳ καὶ πειράζειν αὐτόν, διὰ τοῦτο ἀκούσαντες τὰ δοκοῦντα αὐτῷ πρὸς τὸ πύσμα αὐτῶν καὶ θαυμάσαντες, [*](3. 12 ff Vgl. II. Kor. 11, 12 – 30ff Vgl. Hieron. in Matth. 179 C: qui credere debuerant ad tantam sarientiam, mirati sunt quod calliditas eorum insidiandi non invenisset locum, »et relicio eo «, infidelitatem cum miraculo reportantes) [*](4 <τινα> Diehl Koe, 13 θελόντων + in nobis lat. 24 λόγον Hu (besser: νόμον 1) λόγων MH) [*](17 <audientes> Diehl, vgl. gr.)
v.10.p.663
ὅτι μὴ ἔδωκεν αὐτοῖος ἀφορμὰς τοῦ αὐτῷ ἐπιβουλεύειν οὐκ ἔμειναν μέν παρ’ αὐτῷ, ὡς οἱ μαθηταί, οὐδέ ἁπλῶς ἀπῆλθον, ὡς περὶ ἄλλων γέγραπται, ἀφέντες δὲ αὐτὸν ἀπῆλθον. καὶ τοιοῦτοί γέ εἰσιν οἱ ἀφιέντες τὸν λόγον καὶ ἀπιστοῦντες αὐτῷ καὶ ἀπιόντες ἀπ’ αὐτοῦ μετὰ τὸ ἀκοῦσαι αὐτοῦ. καὶ οὐχ ἁμαρτήσει λέγων περὶ τῶν μετὰ τὸ ἀκοῦσαι ἀποστάντων καὶ τοῦ ἀκούειν, ὅτι οἱ τοιοῦτοι ἀφέντες τὸν Ἰησοῦν ἀπῆλθον· ἡμεῖς δὲ ἐροῦμεν τὸ τῆς νύμφης · »ἐκράτησαι αὐτόν, καὶ οὐκ ἀφῆκα αὐτόν«.