Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποία ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τὰ ἑξῆς εως του οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ (Matth. 21, 23-27).
Τριῶν εὐαγγελιστῶν ὡς ἀναγκαῖον ἀναγραψάντων τὸν προκείμενον λόγον, ἂξιον ἰδεῖν ὅ τί ποτε νοοῦντες οἱ ἀρχειρεῖς κοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο [*](2 Ὠριγένους] εὐαγγέλιον 4 vorher: Περὶ τῶν ἐπερωτησάντων τὸν κύριον ἀρχιερέων καὶ πρεσβυτέρων εἰπόντων· ἐν ποία ἐξουσία ταῦτα ποιεῖς; H περὶ τῶν ἐπερωτησάντων Ἰουδαίων τῶ Ἰησοῦ· ἐν ποία ἐξουσία ταῦτα ποιεῖς Μ a. R. von spater Hand) [*](4 et] XVIII. secundum mathm. In illo tempore L | venisset] venissent B+IesusL 9 — 26 respndens — facio] Omelia Origenis de eadem lectione L 13 baptismus B 17 ei non credidistis G 25 vobis dico G)
v.10.p.576
τοῦ σωτῆρος, οὐχ ἔν πύσμα, ἀλλὰ δύο προσάγοντες αὐτῷ, ἓν μὲν τὸ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἓτερον δέ τὸ καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ τι βουλόμενος ὁ σωτὴρ ἐπὶ τούτου μόνου αντηρώτησεν ὑπέρ τοῦ μὴ πρὸς τό πύσμα ἀποκρίνασθαι· ἑώρα γὰρ οὐκ ἀξίους ἐκείνους τῆς πρὸς τὸ πύσμα ἀποκρίσεως καὶ τῆς τοῦ προβλήματος διηγήσεως. ὅτι δὲ οὐχ, ὡς οἲονταί τινες, ἁπλᾶ ἐστι τὰ κατὰ τὸν τόπον καὶ εὐπερινόητα, ἀλλὰ μυστικὰ καὶ βαθείας δεόμενα καρδίας, δῆλον ἒσται ἐκ τῆς ἐπιστάεως. φερ᾿ οὖν συναγορεύωμεν τῇ πιθανότητι τῶν ἁπλούστερον ἐκδεχομένων τὰ κατὰ τὸν τόπον· φήσουσι γὰρ ὅτι δύο γενικὰς <ἐξουσίας> ἐπιστάμενοι, ἀμείνωφ μέν τὴν τοῦ θεοῦ χειρίστην δέ τὴν τοῦ διαβόλου, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, ἐν ποίᾳ ἐξουσίᾳ τούτων τῶν δύο ποιεῖ τὰ τεράστια καὶ ἀπὸ τίνος αὐτὴν λαβών. εἶθ᾿ ὁ Ἰησοῦς ὑΠὲρ τοῦ μὴ ἀντιλογῆσαι ἀντηρώτησεν, ἃμα καὶ ἐλέγξαι βουλόμενος τοὺς πῦθομένους αὐτοῦ, ὡς παρὰ τὸν ὀρθὸν λόγον ποιήσαντας ἐν τῷ ἠπιστηκέναι Ἰωάννῃ
[*](8 πύσμα + eorum lat . 21/22 > Kl, vgl. lat. und S. 579, 9 vgl. gr. 21 γὰρ > Koe, vgl. lat.; vgl. gr. doch s. gr. Ζ. 18ff 29 ἀντιλογῆσαι una x Kl, vgl. lat. αὐτολογῆσαι M H) [*](2 ei <L 21 1. dicent ? Kl, vgl. gr. 22 > Diehl, vgl. gr. 27 illa Kl, vgl. gr. τὰ una x 31 interrogantes L) v.10.p.577
τῷ βαπτιστῇ. καὶ ἦν αὐτοῦ τὸ ἀντερώτημα δύο οἰκονομούμενον, τόν τε ἐπὶ τῇ εἰς τὸν Ἰωάννην ἀπιστίᾳ ἒλεγχον καὶ τὸ περισπάσαι τοὺς πυθομένους, ἳνα δόξῃ αὐτοῖς εὐλόγως μὴ ἀποκρίνεσθαι.
ἀλλ᾿ εἲποι τις ἂν πρὸς ταῦτα ὅτι γελοῖον ἦν τὸ πυνθάνεσθαι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει ὁ Ἰησοῦς· οὐκ ἂν γὰρ ἀπεκρίντο ὅτι ἐν τῇ τοῦ διοβόλου ἐξουσίᾳ καὶ οὔ φημι ὅτι ὁ σωτὴρ τοῦτο οὐκ ἀπεκρίνατο, ἀλλ᾿ οὐδέ »ὁ ἂνθρωπος τἣς ἁμαρτίας, ὁ ἀντικείμενος καὶ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα« εἲποι ἂν τοῖς πυνθανομένοις τὸ ἀληθὲς ὅτι ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖ πᾶσαν δύναμιν μιν καὶ »σημεῖα ἐν οἷς καταπλήξεται καὶ ἀποπλανήσει εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς«. εἰ δὲ οὐδὲ ἐκεῖνος εἲποι ἂν ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖν τὰ σημεῖα καὶ τὰ τέραρατα τοῦ »ψεύδους«, τὰ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις« ἐπιτελούμενα, πάσῳ πλέον ὁ σωτὴρ οὐκ (εἰ καὶ μὴ ἀντηρώτησεν) ἂλλο τι ἀπεκρίνατο ἢ ὅτι ἐν τῇ τοῦ θεοῦ; πρὸς δέ τὴν οὕτως προφανῆ ἀπόδρισιν καὶ ἐκείνους πυν- [*](15 II. Thess. 2, 3f — 21ff Vgl. Marc. 13, 22 - 25 ff Vgl. II. Thess. 2, 9f) [*](22 καταπλήξεται Diehl καταπλήσσεται MH 23. 31 δὲ] ergo lat. 28 ἐπιτελούμενα <lat. | ὁ + dominus et lat. 29 οὐκ ἂν] nequaquam lat. 30 ἀλλ᾿ ὅτι M | τῇ + potestate lat.) [*](5 abigeret B 18 responderet <interrogattoribus> ? Kl, vgl. gr. 21 <terreat et> Diehl, vgl. gr.)
v.10.p.578
θάνεσθαι καὶ τὸν σωτῆρα μὴ ἀποκρίνεσθαι, εὒηθες εἶναί μοι φαίνεται.
Μήποτ᾿ οὖν τὰ κατὰ τὸν τόπον τοιαυτ εστιν. ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, περιεχούσῃ ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτιῶν, εἰσὶ »θησαυροὶ« ὁποίους δεῖ εἶναι τοὺς »τῆς σοφίας« θησαυροὺς καὶ »τῆς γνώσεως« καί εἰσιν οὗτοι «ἀπόκρυφοι«· καὶ εἳ τίς ἐστιν ἀξιωθεὶς εἰδέναι τὰ »ἂρρητα ῥήματα. ἃ οὐκ ἒξετιν ἀνθρώπῳ λαλῆσαι«, εἰδείη ἂν τὴν »ἐν μυστηρίῳ σοφίαν«, »τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δοξαν« τῶν δικαίων. εἰσὶν οὖν ἐν τοῖς τῆς σοφίας [*](28 ff. 37 Vgl. Kol. 2, 3 — 32 II. Kor. 12, 4 — 34 I. Kor. 2, 7) [*](2 <πανυ> εὔηθες Koe, vgl. lat. 26 περιεχούσι H) [*](1 vile x* utile ρ 16 quid + est B 20 >si Koe)
v.10.p.579
καὶ τῆς γνώσεως« ἀποκρύφοις θησαυροῖς λόγοι βαθεῖς καὶ ἀπόρρητοι περὶ διαφόρων ἐξουσιῶν, γενικῶς μὲν δύο, εἰδικῶς δὲ καθ΄ ἑκατέραν τῶν δύο πλείονες καὶ δυσθεύρητοι. οἱ δὲ γενικαὶ δύο ἐξουσίαι τοιαῦταί εἰσιν· αἱ μέν εἰσι τοῦ κρείττονος τάγματος, καὶ ὥσπερ εἰσὶν ἄνθρωποι θεοῦ οὐχ οἱ τυχόντες καὶ ἄγγελοι θεοῦ μακάριοι κοὶ προφῆται τοῦ θεοῦ θεοφορούμενοι, οὕτως εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, περὶ ὧν ὁ ἀπόστολος Χριστὸν δοξολογῶν λέγει ἐν τῇ πρὸς Κολοσσαεῖς ὅτι· ἐστὶν ὁ σωτὴρ »εἰκὼν τοῦ τοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως«, ἐν ᾧ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων«. ἓν οὖν εἶδος τῶν ὑπὸ τὸν θεὸν αἱ ἐν Χριστῷ κτισθεῖσαι ἐξουσίαι, ἕτεροι παρὰ τὰς ἀρχὰς καὶ τοὺς θρόνους καὶ
[*](19 Kol. 1, 15-17) [*](7 ἰδικῶς H) [*](7/8 inconsiderabiles y* incom- parabiles L 22 creata y* Pasch secreta L) v.10.p.580
τὰς κυριότητας· καὶ ἑκάστη ἐξουσιάζει τινῶν, τεταγμένη ὑπὸ τοῦ θεοῦ κατά τινα ἀπόρρητον ἀξίαν ἐπὶ τῶν ἀξίων ἐξουσιάζεσθαι κατὰ τὴν δια\φορὰν αὐτῶν ὑπὸ ἑκάστην τῶν ἐξουσιῶν. κοὶ »πολὺς« ἂν »ὁ λόγος καὶ δυσερμήνευτος« εἴη περὶ τῶν κατὰ τὰς ἐξουσίας ταύτας καὶ τῶν ἐξουσιαζομένων ὑπ᾿ αὐτῶν πραγμότων.
ὡς δέ εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, οὕτως εἰσὶ καὶ ἐναντίαι ἀνάλογον τοῖς τῆς ἁμαρτίας ἀνθρώποις καὶ τοῖς ἀγγέλοις τοῦ διαβόλου. καὶ ἔστι γε τοῖς μηκέτι »πρὸς αἷμα καὶ σάρκα« παλαίουσιν ἀλλὰ διὰ τὸ ἐπαναβεβηκέναι τῇ δυνάμει πρὸς τὰ ὑπὲρ ταῦτα ἀγωνιζομένοις »ἡ πάλη« »πρὸς τὰς« ἀνταγωνιζομένας τοῖς ἀθληταῖς τῆς θεοσεβείας »ἐξουσίας«. ὡς δὲ πλείονα τάγματα ἦν ὑπὸ τὸν θεόν, οὕτως καὶ ἐν τῇ ἐναντίᾳ χώρᾳ οὐ μόνον ἐξουσίαι εἰσὶν ἀλλὰ καὶ κοσμοκράτορες »τοῦ σκότους τούτου« καὶ »πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις«, τάχα δέ καὶ ἀρχαί, ἐγὼ δ᾿ οἶμαι ὅτι καὶ πάντα ὁμώνυμα τοῖς τοῦ θεοῦ ἐστι κατὰ τὴν ἐναντιότητα. [*](6f Vgl. Hebr. 5, 11 - 14 Vgl. II. Thess. 2, 3 var. lect. - 15 Vgl. Matth. 25, 41 - 16 ff Vgl. Eph. 6, 12 - 24ff Vgl. Eph. 6, 12) [*](2 τοῦ <M 15/16 im gr. ist vermutlich das ganze Zitat lat. Z. 14—21 ausgefallen Koe 30 ἐστι + καὶ H) [*](12 et X Pasch < ρ 34/ 35 ministra <ba>t Kl)
v.10.p.581
διειληφότες οὖν οἱ τὰ διαφέροντα ὀνόματα κεκληρωμένοι ἐν τῷ Ἰσραήλ, τουτέστιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, περὶ ἐξουσιῶν πλείονα <καὶ τῶν ἐν οὐρανῷ μυστηρίων> εἴτε παραδόσεων [εἴτε καὶ] εἴτε καὶ ἐξ ἀποκρύφων (οὐκ οἶδα εὐλόγως ἢ καὶ ἀλόγως) κινούμενοι, ἑώρων τὸν Ἰησοῦν τὰ τεράστια ἐπιτελοῦντα οὐ χωρίς τινος συνούσης αὐτῷ ἐξουσίας. ταύτης οὖν τὸ εἶδος <καὶ τὴν ἰδιότητα> ἀπὸ τοῦ Ἰησοῦ μαθεῖν ἐβούλοντο ἢ τῆς δοκούσης αὐτοῖς ςἶναι ἐπιστήμης ἐν αὐτῷ.
Καὶ εἰ μὲν ἦσαν ἀρχιερεῖς τινες ἅγιοι καὶ μακάριοι (ὁποῖος Ἁαρὼν ἢ ὁ Ἐλεάζαρ ἢ ὁ Φινεὲς [*](17 <καὶ —μυστηρίων> Kl nach Koe, vgl. lat. 19 παραδόσεων] traditione maiorum lat. παραδόσεω<ς Koe • | εἴτε καὶ] Κl 21 καὶ ἀλόγως Κl nach Hu, vgl. lat. ἀναλόγως M H 22 Ἰησοῦν Kl, vgl. lat. θ#x772;ν#x772; Μ H Tct] multa lat. 25 <καὶ τὴν Diehl Kl Koe, vgl. lat. 26 τοῦ < H 28 αὐτῆς Μ) [*](22 <nescio> Kl, vgl. gr. 31 <et beati> Diehl, vgl. gr.)
v.10.p.582
ἢ ὅσοι ἐπαινετῶς τὰ τῆς λειτουργίας δοετέέσαν) οἱ πυθόμενοι τοῦ σωτῆρος τότε καὶ πρεσβύτεροι παραπλήσιοι οἷς κατ’ ἐντολὴν θεοῦ Μωσῆς ἐξελέξατο, εἰκος οτι ὡς οὐ πειράζουσιν ἀλλὰ φιλομαθοῦσι καὶ ἀξίοις τῶν τηλικούτων μαθημάτων παρέστησεν ἂν ἀρξάμενος ὁ σωτὴρ λόγον, ὃν οὐδὲ ὁ κόσμος ὅλος χωρεῖν ἠδύνατο. καὶ ἀρξάμενος ἂν παρεδίδου τὴν ἐπιστήμην περὶ τῶν μακαρίων ἐξουσιῶν καὶ τῆς διαφορᾶς αὐτῶν καὶ τῆς αἰτίας τοῦ ἐληλυθέναι αὐτὰς ἐπὶ τὸ εἶναι ἐξουσίας καὶ τῶν ὑπ' αὐταῖς, εἴτε ψυχῶν εἴτε κοὶ ὁποιωνποτοῦν λογικῶν, διεξώδευσε δ’ ἂν καὶ τόν περὶ τῶν ἐναντίων ἐξουσιῶν λόγον, κοὶ τὰς διαφορὰς αὐτῶν παρέστησεν ὄν. εἰκὸς δ’ ὅτι ἐδίδαξεν ἂν ἀνάλογον τῷ »ὁ νόμος« »διαταγεὶς δι' ἀγγέλων« καὶ τῷ »εἰ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος« (ἀνάλογόν φημι λόγῳ τῷ περὶ τῶν διακονησαμένων τῷ νόμῳ ἀγγέλων καὶ τῆς κατὰ τὰς γραφἂς ἐξουσίας), οἶον ἐν ποίᾳ ἐξουσίᾳ διακονουμένῃ τῷ θεῷ ἢ ποίοις <ἐναντίαις ἐξουσίαις> τῶν Αἰγύπτῳ τεραστίων γεγένηται, καὶ τίς μὲν ἡ ἐξουσία διακονουμένη τῇ μεταβαλούσῃ εἰς ὄφιν ῥάβδῳ Μωσέως, τίς δὲ ταύτῃ ἐναντία διακονου-
[*](4f Vgl. Num. 11, 16 - 10 f Vgl. Joh. 21, 25 - 22 Gal. 3, 19 - 23 Hebr. 2, 2 — 30ff Vgl. Ex. 7, 10f) [*](16 εἴτε1 + κοὶ H 17/18 διεξώδευσεν H 23 τῶ Kl τὸ M H 21 ὁ < Μ 27 νόμῳ] λόγω M 30 ἐναντίαις > Kl) [*](13 mysteria] lat. las μυστηρίων st. μακαρίων Koe) v.10.p.583
μένη τῇ μεταμορφώσει τῶν Αἰγυπτιακῶν ῥάβδων εἰς δράκοντας· καὶ εἶπεν ἂν τὴν δύναμιν τῆς ἐξουσίας ἀφ' ἧς κατέπιεν ἡ τοῦ Ααρὼν ῥάβδος τὰς τῶν Αἰγυπτίων. εἶπε δ’ ἂν καὶ τίς ἡ ἐξουσία τῆς εἰς χιόνα μεταβολῆς χειρὸς Μωσέως, καὶ ἐκ τῶν ἐναντίων τίων ἦν ἐξουσία συμπνέουσα καθ' ἑκαστον τοῖς ἐπαοιδοῖς τῶν Αἰγυπτίων, ὅτε ἐδόκουν μιμεῖσθαι τὰ σημεῖα τοῦ θεοῦ. καὶ οὕτως ἂν διεξώδευσε τὰς δέκα τῶν Αἰγυπτίων πληγὰς καὶ τὴν κατ’ αὐτῶν ἀποστολὴν λὴν δι' ἀγγέλων πονηρῶν. εἶπε δ’ ἂν καὶ τίς ἐξουσία ὑπηρετήσατο τῇ διὰ τῆς ἐρυθρᾶς θαλάσσης διόδῳ τοῦ λαοῦ καὶ καταποντώσει τῶν Αἰγυπτίων, τίς τε ἐξουσία ὑπηρετήσατο τῇ διὰ ξύλου μεταβολῇ ὕδατος πικροῦ εἰς γλυκύτητα. εἶπε δ' ἂν καὶ τὴν ἐξουσίαν ἢ διηκονήσατο τῷ ἀπὸ πέτρας ὑδατι. καὶ ἤτοι τὴν αὐτὴν ἢ ἄλλην παρέστησεν <ἄν> τῷ τῷ τοῦ ὑετῷ τοῦ μάννα καὶ τῇ τῶν ὀρτυγομητρῶν ἐφόδῳ. εἶπε δ’ ἂν καὶ τίς ἡ ἐξουσία ἡ τὸ αὐτὸ μάννα τῶν μὲν ἓξ ἡμερῶν τρέπουσα εἰς σκώληκας καὶ δυσωδίαν, τῇ δὲ τοῦ σαββάτου ἡμέρᾳ φυλάττουσα.
Καὶ τί με δεῖ ἀναλεγόμενον τὰ ἐν τῇ ἐρήμῳ τεράστια μέχρι τῆς Μωσέως τελευτῆς παριστάνειν, ὅτι εἶπεν ἂν ὁ σωτὴρ τὰ περὶ τῆς ἐξουσίας, εἰ [*](2ff Vgl. Ex. 7, 12 - 5 Vgl. Ex. 4, 6 — 7ff Vgl. Ex. 7, llf. 22 usw. — 16f Vgl. Ex. 14 — 19f Vgl. Ex. 15, 23ff - 22 Vgl. Ex. 16, 35 — 23 f Vgl. Ex. 16, 13 usw. - 26 ff Vgl. Ex. 16, 20) [*](7 μωυσέος Μ H 17 καὶ <τῇ> Koe 23 <ἄν> Diehl 31 f M 32 παρεστάνειν Μ)
v.10.p.584
ἦσαν ἄξιοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ τῆς πρὸς τὸ πύσμα αὐτῶν ἀποκρίσεως ; καὶ σοὶ πάρεστι τὸ ἀνάλογον ἐπερχομένῳ τὴν ὅλην γραφὴν ὁρᾶν, τίς τε ἡ ἐξουσία τοῦ στῆναι τὸν ἥλιον κατὰ Γαβαὼν καὶ σελήνην κατὰ φάραγγα Ἐλώμ, καὶ πολὺ πρότερον τοῦ διοδευθῆναι τὸν Ἰορδάνην ποταμὸν καὶ τοῦ παύσασθαι τὸ μάννα. καὶ ἐπὶ τῆς βίβλου δέ τῶν Κριτῶν πολλὰ ἂν τοιαῦτα ζητηθείη καὶ εὑρεθείη, οἷον περὶ τὸν Γεδεὼν καὶ τὸν Σαμψών, παράδοξα, ἀλλὰ καὶ ἐκ τῶν Βασιλειῶν τὰ περὶ τὸν Σαμουὴλ καὶ τὸν Ἠλίαν καὶ τὸν Ἐλισσαῖον καὶ τὸν Ἐζεκίαν. καὶ οὕ- τως ἐπελθὼν ὄν ὁ σωτὴρ καὶ τὸ κατὰ τὰς διαφόρους ἐξουσίας διελθὼν μυστήριον ἐδίδαξεν ἂν ἐν ποίᾳ ἐξουσίᾳ καὶ πῶς ὑπερεχούσῃ ἐποίει ἃ ἔβλεπεν ὁ λαὸς τεράστια, δοθείσῃ αὐτῷ οὐκ ἀπό τινος ἀγγέλου καὶ κειτουργοῦ θεοῦ οὐδέ διό τινος τῶν ὑποδεεστέρων τοῦ θεοῦ, ἀλλ' ἀπ' αὐτοῦ τοῦ πατρός.
Ἐπεὶ δέ οἱ ἐνταῦθα ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ οὐδαμῶς ἄξιοι ἦσαν τοιούτων θεωρημάτων, μάτων, διὰ τοῦτο αὐτοῖς οὐκ ἀποκρίνεται ἀλλ' ἀντερωτᾷ, ἵνα διὰ τοῦ μὴ ἀποκρίνεσθαι ἐκείνους εἰς τὰ περὶ τοῦ Ἰωάννου καὶ αὐτὸς πείσῃ εὐλόγως τοὺς πυομένους, ὅτι μὴ μάτην αὐτοῖς ἀπεκρίνατο λέγων· οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. [*](6f Vgl. Jos. 10, 12 — 7f Vgl. Jos. 3, 14ff — 9f Vgl. Jos. 5, 11 — 11ff Vgl. Jud. 6 usw.; 13 usw. — 14ff Vgl. I. Regn. 3 usw.; III. Regn. 18 usw.; IV. Regn. 2 usw.; 20) [*](28 τοιούτων + audire lat. 31 τὰ] interrogationem sihi propositam lat.) [*](26 illic Kl, vgl. gr. illi x 30 interrogat R G interrogavit B L)
v.10.p.585
ζητῶ δὲ κατὰ τὸν τόπον, εἰ ἕκαστος τῶν πεποιηκότων ἔν τινι ἐξουσίᾳ παράδοξα ἐν μιᾷ<ἀεὶ> πεποίηκεν, ἢ τινὲς μὲν κατ᾿ ἀρχὰς ἐν τῇδε προκόψαντες δὲ ἔν τινι μείζονι. πλὴν ὁ σωτὴρ ἔοικεν ἐν μιᾷ ἐξουσίᾳ ταῦτα πεποιηκέναι, ᾗ ἔλαβεν ἀπὸ τοῦ πατρός· τὸ γὰρ οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐνποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ διδάσκοντος ἦν, ὅτι ἐν ἐξουσίᾳ <μιᾷ> μὲν πεποίηκεν· ἐν ποίᾳ δὲ οὐ παρέστησεν ἐκείνοις, οὐδὲ τὴν ἰδιότητα αὐτῆς ἀνέπτυξε καὶ ὅσα ἂν ὡρίσατο περὶ αὐτῆς παριστὰς αὐτῆς τὸ ἐξαίρετον παρὰ τὰς λοιπὰς ἐξουσίας, ἐν αἷς οἱ πρὸ αὐτοῦ προφῆται πεποιήκεισαν. καὶ νῦν δ᾿ τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἐστὶν ὁ Χριστὸς καὶ διδάσκει ἐν αὐτῷ καί τινες παραπλήσιοι ἐκείνοις τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις τοῦ λαοῦ πυνθάνονται μὲν αὐτοῦ, οὐ τυγχάνουσι δὲ τῆς ἀποκρίσεως, ἀνάξιοι τοῦ εἰδέναι περὶ ὧν βούλονται μαθεῖν. ζητήσει δέ τις, πότερον βουλόμενος αὐτοὺς ἀποσείσασθαι ἀποκληρωτικῶς ἐπύθετο περὶ τοῦ Ἰωάννου ὡς εἰ καὶ περὶ ἄλλου τινὸς τοιούτου πυθόμενος ἦν, ἢ ἀναγκαίως
[*](3 〈ἀεὶ〉 Diehl Koe, vgl. lat. 5 ἔν τινι] in alia potestate lat. 6 ἔοικε μιᾶ H | ταῦτα] universa lat. 10 <μιᾷ> Diehl Kl Koe, vgl. lat. 11 δὲ + potestate lat. 13 καὶ] οὐδ᾿ Koe, vgl. lat. 20 πεποιήκεισαν + virtutes lat. 24/25 πυνθάνετα Μ 29 ἀποτίσασθαι M a w. e. sch.) [*](4 <quidam> Diehl, vgl. gr. 6 maiori x 9 respondit y* respondet L 19 supra G 20/21 fecerant Kl, vgl. gr. fecerunt x 23 eo Koe, vgl. gr. ea x) v.10.p.586
περὶ τοῦ Ἰωάννου ἐπύθετο, ἵνα πρὸς τὴν περὶ αὐτοῦ ἀπόκρισιν τὰ ἀκόλουθα περὶ τῆς ἐξουσίας ἀποκρινηται. ἐμοὶ δὴ φαίνεται μὴ ἀποκληρωτικῶς εἶναι τὸ κατὰ τὸν τόπον, ἐπεὶ Ἰωάννης »φωνὴ βοῶντος« ἦν »ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου«, καὶ οὗτος ἦν περὶ οὗ ὁ προφήτης ἔλεγεν »ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου«, διὰ τοῦτο (oἶμαι) πυνθάνεται περὶ αὐτοῦ, οὐκ ἀγνοῶν μὲν ὅτι ἐπισκοπήσαντες ἐροῦσιν ’ οὐκ οἴδαμεν, δαμεν. διὰ τὰ ἀναγεγραμμένα, καθ’ ὑπόθεσιν δέ εἰπὼν ἂν πρὸς τὸ ἐξ οὐρανοῦ τὴν ἀκόλουθον τῇ ἐξ οὐρανοῦ εἶναι τὸ βάπτισμα Ἰωάννου ἀποκρίσει ἐξουσίαν.
Τί δέ ὑμῖν δοκεῖ; ἄν [*](8 Matth. 3, 3 Parr. — 13 Marc. 1, 2) [*](13 ἀποστέλλω H 19 διὰ] secundum lat. 30 vorher: Περὶ τῶν δύο υἱῶν παραβολὴ τῶν εἰς τὸν ἀμπελῶνα ἀποστελλομένων παρὰ τοῦ πατρός H περὶ τῶν δύο τέκνων τῶν <μ> τὸν ἀμπελῶνα ἐργάζεσθαι Μ a. R. von spater Hand | ἄνθρωπος + quidam lat.) [*](9 viam Koe, vgl. gr. vias x 30 quid — videtur y* XVIIII secun- dum mathm. In Ulo tempore dixit lesus discipvihs suis parabolam hanc L)
v.10.p.587
θρωπος εἶχε τέκνα δύο· προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί <μου> κοὶ τὰ ἑξῆς εως του ὑμεῖς δέ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι ἐν αὐτῷ. (Matth. 21, 28—32).
Μόνος ὁ Ματθαῖος ἀνέγραψε τὴν παραβολὴν ταύτην, ὡς ἐμοὶ δοκεῖ κεῖ περιέχουσαν τὸν περὶ τοῦ ἀπειθήσαντος Ἰσραὴλ Ἰσραὴλ τῷ λόγον καὶ τὸν περὶ τοῦ πιστεύσοντος λαοῦ ἀπὸ τῶν ἐθνῶν • οὗτοι γὰρ τὰ δύο τέκνα, ἃ εἶχεν ὁ ὡς ἄνθρωπος τροποφορῶν τὸν υἱὸν αὐτοῦ« θεός. καὶ οὗτος προσελθὼν τῷ πρώτῳ, ὃν »ἐκτήσατο« »ἀπ' ἀρχῆς«, ὃν προέγνω καὶ [*](22—589,4 Vgl. Cc Nr. 54 Or. II 241, 3—8 - 27 f Vgl. Deut. 1, 31 — 29/30 Vgl. Deut. 32, 6; Ps. 73, 2 — 30f Vgl. Rom. 8, 29) [*](4 <μου> υ, vgl. lat. u. S. 588, 3 18/19 μετεμελλήθητε Μ 25 πιστεύσοντος Koe, vgl. lat. πιστεύσαντος MH 29/30 ἐκτήσατο] προεκτίσθαι Cc Nr. 54 Π) [*](3 operare Koe operari x 5 ille — ei y(*) et reliqua. Omelia Origenis cle eadem lectione L 14 autem] 1 enim ? Ml, 23 1. continentem <verbum > Israel non credente ? Kl, vgl. gr.)
v.10.p.588
προώρισεν«, εἰπεν αὐτῷ· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. καὶ ὑπερέθετο φεύγων τὸ χωρίον τοῦτο διὰ τὸν ἐν αὐτῷ »καύσωνα« καὶ τοὺς καμάτους καὶ εἶπεν· οὐ θέλω· ἀλλ' ὕστερόν ποτε ἐπὶ συντελείᾳ μεταμεληθεὶς ἐπὶ τῷ εἰρηκέναι τῷ πατρί· οὐ θέλω ἦλθεν εἰς τὸν ἀμπελῶνα καὶ εἰργάσατο τὸ θέλημα τοῦ πατρός. ἡνίκα μέντοι ὁ πρῶτος εἶπεν· οὐ θέλω, προσῆλθεν ὁ πατὴρ τῷ ἑτέρῳ καὶ εἶπεν ὡσαύτως. εἶτα ἀποκριθεὶς ὁ δεύτερος εἶπε μέν· ἐγὼ κύριε, οὐκ ἐλήλυθε δὲ ἐπὶ τὸν ἀμπελῶνα τοῦ λόγου καὶ ἐπὶ τὸν ἀγρὸν τοῦ πατρός. καὶ φανερὸν ὅτι ὁ εἰπ(ὸν οὐ θέλω καὶ ὕστερον μεταμεληθεὶς καὶ ἀπελθὼν καὶ ἐργασάμενος εἰς τὸν ἀμπελῶνα ἐποίησε τὸ θέλημα τοῦ πατρὸς <οὐ τῷ λόγῳ, ἀλλὰ> ἔργῳ· ὁ γὰρ τῷ λόγῳ ἐπαγγειλάμενος καὶ μὴ ποιήσας τοῖς ἔργοις ἠρνήσατο ποιεῖν τὸ θέλημα τοῦ πατρός. πρόσχες δέ εἰ δύνασαι χρῆσθαι τῇ παραβολῇ καὶ πρὸς τοὺς ἐλάττονα μέν ἢ μηδὲν ἐπαγγελλομένους, μήτε παρθενίαν μήτε ἄλλην κατὰ τὸ εὐαγγέλιον <πνευματικὴν> πρᾶξιν, τοῖς δέ ἔργοις παριστάντας τὰ ἐναντία, ἃ μηδέ τὴν ἀρχὴν <ν> το κατὰ φ(ονὰς λόγων
[*](5 Vgl. Matth. 20, 12) [*](17 τὸν] τῶν H a 22 <οὐ λόγῳ, > Koe, vgl. lat. 23 γὰρ] autem lat. 28 ἐπαγγελομένους Μ 30 <πνικὴν> Kl. vgl. lat. 32 Koe ὧ M H 33 ἐπηγγειλα<ν> vgl. lat. I λόγων <περὶ> Κoe) [*](11 <ita> Kl, vgl. gr. 14 + est B L 17 vinea G L 28 adque ad verbis G ad verbum L) v.10.p.589
ἀγαθῶν πράξεων, ἔτι δέ πρὸς τοὺς μεγάλα μὲν ἐπαγγελλομένους μηδὲν δέ κατὰ τὴν ἐπαγγελίαν πράττοντας. ὁ μὲν γάρ τις οἱονεὶ λέγει ’ μεῖζον ἢ κατ' ἐμέ, παρθενίαν ταύτην οὐ θέλω, καί· τῆς ἐμῆς ἀξίας βέλτιον τὸ ἀποταζάμενον τῷ βίῳ σχολάζειν τῷ λόγῳ· ὁ δέ φησιν ἕκαστον ἀκούων τῶν ἐν τῇ γραφῇ μεγάλων ἔργο)ν· ἐγὼ κύριε. καὶ ἔστιν ἐδεῖν οἱονεὶ ἐκ μεταμελείας τινὰς ἐπιδιδόντος εἰς τὸ βέλτιον καὶ ἐπιμελουμένους ἑαυτῶν ἐπὶ τὸ κρεῖττον παρὰ τὴν ἀρχῆθεν προσδοκίαν, ἄλλους δὲ προπετέστερον μέν πολλὰ ἐπαγγειλαμένους τοῖς δέ ἔργοις ἀντιπράζαντας ταῖς ἐπαγγελίαις.
Μετὰ δέ τὴν παραβολὴν ἐπιφέρεται πρὸς μὲν τὸν εἰπόντα οὐ θέλω καὶ ὕστερον μεταμεληθέντα καὶ ἀπελθόντα τὸ ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι κοὶ αἱ πόρνοι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, πρὸς δἐ τὸν εἰπόντα ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα τὸ ἦλθε γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιο- σύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ. καὶ πόλιν πρὸς μὲν τὸν πρότερον· οἱ δέ τελῶναι καὶ αἱ πόρνοι ἐπίστευσαν αὐτῷ, πρὸς δἐ τὸν εἰπόντα· ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα κοὶ τὸ ὑμεῖς εὲ [*](3 δὲ + huiusmodi lat. 12 τινὰς <ὕστερον> Koe, vgl. lat. 28 Μ | ἐν ὁδῷ δικαιοσύνης < H 30 — 34 καὶ πάλιν —ἀπελθόντα 34 ἀπελθόντα + ἦλθε γὰρ Ἰωάννης πρὸς ἡμᾶς καὶ οὐκ ἐπιστεύσατε οὐτῶ (vgl. Ζ. 27) Μ) [*](1 <ad> Kl, vgl. gr. 4 L 16 audaciter y 23 praecedunt L 31 eo] vado L | domiae γ 33 <postea> Kl, gr. u. S. 587, 19 lat.)
v.10.p.590
ἰδόντες οὐ μετεμελήθητε ὕστερον του πιστευσαι εν αυτῳ. ἐπιστήσας δέ τις τοῖς ἀπὸ μοχθηροτάτου βίου προσερχομένοις τῷ λόγῳ καὶ πιστεύουσι τῷ χριστῷ καὶ τοῖς αὐχοῦσι τὸν νόμον καὶ τοὺς προφήτας κοὶ ἀπιστοῦσι τῷ υἱῷ τοῦ θεοῦ καὶ ἀκολάστως βιοῦσι καὶ ὠμοτέροις πρὸς τοὺς ὁμοφύλους τυγχάνουσιν, ὄψεται τὸν Ἰησοῦ λό- γον ἀληθῆ, ὅτι οἱ μέν τελῶναι καὶ αἱ πόρναι προάγουσι τὸν Ἰσραὴλ εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ὁ δέ ἰδὼν τὸν Ἰησοῦν ἐκεῖνος Ἰσραὴλ οὐδέ μέχρι δεῦρο μεταμε- λεῖται, ἵνα κἂν ὕστερον πιστεύσῃ τῇ ἀληθείᾳ. πρόσχες δὲ καὶ τῷ προάγουσιν εἰς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οὐκ ἀποκλείοντι τὸν Ἰσραὴλ εἰσέρχεσθαί <ποτε> εἰς τὴν τοῦ θεοῦ· οὐδεὶς γὰρ προάγει τὸν οὐδαμῶς ἐσόμενον ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ προῆξεν. ὅρα οὖν μήποτε ἐμφαίνεται ὅτι, ὅταν »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«, τότε »πᾶς Ἰσραὴλ σωθησεται«. νοείσθω δὲ ὁ Ἰσραὴλ οὐχ ὁ »κατὰ σάρκα«, | ἀλλ᾿ ὁ ἐν τῇ εὐγενείᾳ τῆς ψυχῆς χαρακτηριζόμενος καὶ ἔχων μέν τὸ εὐφυές πρὸς σύνεσιν καὶ τὸ διορατικόν, οὐ μὴν ἀξίως τῆς εὐφυΐας ἀνατραφεὶς ἐν πίστει κοὶ βίῳ ἀγαθῷ.
[*](18—27 Vgl. Π 241. 12 — 15 — 25 f Rom. 11, 25 f - 28 f Vgl. Röm. 2, 28)[*](20—22 οὐκ — θεοῦ Hc i. m. 21 <ποτε> Kl Koe, vgl. > Koe, vgl. lat. ἐμφαίνεται] hoc indicet sermo lat.)[*](19 praecedunt L 23 sequitur] lat. 23 προ- lat. las ἑπόμενον Diehl 24 *** Κl nach Diehl <quo praecessit> vgl. gr.)v.10.p.591
Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος ἦν οἰκοδεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. (Matth. 21, 33—43). Τῷ μὴ ἐπὶ πλεῖον βασανίζοντι τὰ τῆς παραβολῆς μηδὲ ἑκάστην λέξιν ἐξετάζοντι πάνυ σαφὴς εἶναι δόξει οὕτως ἂν διηγήσεως τυχοῦσα. ὁ πρὸ ἡμῶν λαὸς καὶ »μερὶς« ὢν τοῦ θεοῦ ὁ φυτευθεὶς ἦν ἀμπελὼν ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότου, καὶ ἡ τοῦ θεοῦ φρουρὰ περὶ αὐτὸν ὁ φραγμὸς ἦν καὶ πύργος μὲν ὁ ναὸς ληνὸς δὲ ὁ τόπος τῶν σπονδῶν, καὶ γεωργοὶ οἱ πρεσβύτεροι καὶ σοφοὶ τοῦ λαοῦ, ἀποδημία δὲ τοῦ δεσπότου ὅτε κύριος ὁ συνὼν αὐτοῖς ἐν νεφέλη »ἡμέρας« καὶ »στύλῳ <πυρὸς«> νυκτός, ἕως αὐτοὺς καταφυτεύσῃ εἰσαγαγὼν »εἰς ὄρος ἅγιον« αὐτοῦ »καὶ εἰς εἰς τὰ σκηνώματα αὐτοῦ«, οὐκέτι οὕτως αὐτοῖς ἐπεφαίνετο. ὁ δὲ ἐγγίσας καιρὸς τῶν καρπῶν ὁ χρόνος ἦν τῶν προφητῶν ἀπι- [*](14 Vgl. Deut. 32, 9 — 14—609, 17 Vgl. C1 Nr. 234 Or. Π 242, 3—245, 3 — 23f Vgl. Ex. 13, 21 — 25f Vgl. Ps. 42, 3) [*](1 vorher: Περὶ τοῦ φυτευθέντος ἀμπελῶνος καὶ ἐκδοθέντος γεωργοῖς H περὶ τῆς παραβολῆς τοῦ ἀμπελῶνος Μ a. R. von später Hand 10 ἐπὶ πλέον Μ 24 <πυρὸς> Kl mit C1 Nr. 234 II 24/25 καταφυτεύσῃ Kl καταφυτεύσει M H 27 οὐκέτι <ὕστερον> Koe, vgl. lat.) [*](1 aliam—audite y* XX secundum mathm. In illo tempore dixit iesus discipulis suis parabolam hanc L 7 et cetera B (G eras.) et reliqua. Omelia Origenis de eadem lectione L 13 vide<bi>tur Kl, vgl. gr. videtur x* 16 a deo < G 27 nequaquam x* nequando ρ 29 fructus y* < L)
v.10.p.592
τούντων τόν καρπὸν ἀπὸ τῶν γεωργῶν καὶ τοῦ ἀμπελῶνος, ἵνα ἤδη δείξωσι παρειληφότες τὸν νόμον τὸ βεβιωκέναι κατ’ αὐτόν. δοῦλοι δέ οἱ πρὸς τοὺς γεωργοὺς πεμφθέντες λαβεῖν τοὺς καρποὺς οἱ πρῶτοι προφῆται, οὓς οἱ ἄρχοντες καὶ σοφοὶ τοῦ λαοῦ ὕβρισον τύπτοντες, τινὰς δὲ καὶ ἀνεῖλον καὶ ἄλλους λιθολεύστους πεποιήκασιν. ἄλλοι δέ μετὰ τούτους δοῦλοι πλείονες τῶν πρώτων ὁ καιρὸς τῶν πολλῶν προφητῶν, ὧν τὰ ὀνόματα ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων γέγραπται καὶ ἐν τῷ Ἱερεμίᾳ καὶ τοῖς Δώδεκα καὶ τῷ Δανιήλ· εἴποι γὰρ ἄν τις καὶ τὸν Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ προφητας γεγονεναι. καὶ τούτοις οὖν τοῖς πλείοσι παρὰ τοὺς προτέρους προφήτας ὡσαύτως ἐχρήσαντο, τύπτοντες κοὶ ἀναιροῦντες καὶ λιθοβολοῦντες. τελευταῖον δὲ τὸν υἱὸν αὐτοῦ ἀποστέλλει ὁ οἰκοδεσπότης, τὸν γύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐντρέψαι δυνάμενον τὸν ἀμπελῶνα καὶ τοὺς γεωργούς. ἀλλ᾿ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ σοφοὶ τοῦ λαοῦ τὸν υἱὸν ἰδόντες. οὐ πάντη ἀναίσθητοι τῆς ἑαυτῶν γενόμενοι ὑπεροχῆς, κληρο-
[*](18 Vgl. Dan. 1, 6 usw.) [*](2 1. <αὐτοῦ> τοῦ ἀμπελῶνος? Kl, vgl. lat. 3 δείξωσι<ν οἱ> Koe 4 τὸ Hu, vgl. lat. tw MH 25 ἐαυτοῦ Η) [*](10 autem x* < μ 12 tem pus x* tempore μ 16 autem] 1. enim? Kl, vgl. gr.) v.10.p.593
νόμον εἶναι αὐτὸν ὑπειλήφασι. τολμῶσι δὲ καὶ ἀποκτεῖναι αὐτόν, ἵνα αὐτοὶ κύριοι τοῦ ἀμπελῶνος γένωνται, κοὶ ἐκβαλόντες αὐτὸν καὶ ἐξω κρίναντες τῶν τοῦ Ἰσραὴλ πραγμάτων ἀπέκτειναν. καὶ εὐθέως ὁ τοῦ ἀμπελῶνος κύριος ὃν ἀπέκτειναν ἐπιδημεῖ ἀναστὰς ἐκ νεκρῶν, καὶ κακοὺς κακῶς τοὺς μέν γεωργοὺς ἀπόλλυσιν, ἄλλοις δὲ γεωργοῖς τοῖς ἀποστόλοις ἑαυτοῦ παραδίδωσι τοὺς ἀπὸ τοῦ λαοῦ πιστεύσοντος, τουτέστι τὸν ἀμπελῶνα, οἳ ἀποδιδόασιν ἐν τοῖς ἰδίοις καιροῖς τοὺς καρποὺς τῷ οἰκοδεσπότῃ. εἶτα εἰπόντων μετὰ τὴν παραβολὴν τῶν ἐν τοῖς ἀνωτέρω πυθομένων τὸ ἐν ποίᾳ ἐξουοίᾳ ταῦτα ποιεῖς;« τὰ ἀπὸ τοῦ κακοὺς κακῶς ἀπολέσει αὐτοὺς ὁ σωτὴρ ἀποκρίνεται, διδάσκων αὐτοὺς ἀπὸ τῆς προφητείας ὅτι ὑπ᾿ ἐκείνων μὲν <τῶν οἰκοδόμων> ἀπεδοκιμάσθη, δὲ τῷ θεῷ ἐστιν ἔντιμος καὶ κεφαλὴ τῆς ὅλης οἰκοδομῆς καὶ τῆς κατ᾿ αὐτὴν συνοχῆς, καὶ κεφαλή γε θαυμαστὴ ἐν ὀφθαλμοῖς τῶν εἰδότων βλέπειν αὐτήν. εἶτα, προφητεύων Περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως, φησὶ τοῖς μὴ πιστεύουσιν εἰς αὐτὸν διδασκάλοις Ἰουδαίων· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ
[*](19 Matth. 21, 23 — 22ff ff Vgl. Ps. 117, 22. 23) [*](9 κακῶς κακοὺς Μa 12 λαοῦ + <λοιποὺς> Kl Koe, vgl. 20 τοῦ < M 23/24 <τῶν οἰκοδόμων> KI Koe, vgl. lat. 30 περὶ περὶ < Μ) [*](4 <et> Kl, vgl. gr. 7 Diehl Koe, vgl. gr. 11 <suis> vgl. gr. 16 I. ita ? Kl, vgl. gr. 24 est2 < L 34 eius R B suos G L) v.10.p.594
καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
Ἀλλ᾿, ὡς προείπομεν , ὁλοσχερεστέρα τις καὶ οὐ κατὰ λέξιν ἐστὶν ἡ τοιαύτη διήγησις· πρὸς ἣν πολλά τις ἂν »πνευματικὸς« ὢν καὶ ἀνακρίνειν δυνάμενος »πάντα« ἐπαπορήσαι, κρούων τὴν ἀσάφεια<ν αὐτῆς, τουτέστι τὴν> κεκλεισμένην θύραν τῶν ἐνταῦθα κεκρυμμένων νοημάτων, καὶ ὀρθῶς ζητήσας εὕροι καὶ αἰτήσας ἀπὸ τοῦ θεοῦ λάβοι. καὶ ἡμεῖς δὲ κατὰ τὸ μέτριον ἡμῶν τοιαῦτα εἰς τὸν τόπον φανταζόμεθα ὅτι ὁ μὲν οἰκοδεσπότης ἄνθρωπος ὁ θεός ἐστι, περὶ οὗ γέγραπται· »ἐτροποφόρησέ σε κύριος ὁ θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«. οὕτως γάρ, διὰ τὸ τροποφορεῖν καὶ φέρειν ἐν τῷ ἀνθρώπους ὠφελεῖν τρόπον ἀνθρώπινον τὸν ὠφελοῦντα ἀνθρώπους, ἔν τισι παραβολαῖς λέγεται εἶναι ἄνθρωπος. καὶ ἐνταῦθα μὲν ἄνθρωπος οἰκοδεσπότης καλεῖται διὰ τὸν ἀμπελῶνα καὶ τὸν περικείμενον τῷ [*](6f Vgl. I. Kor. 2, 15 — 8ff Vgl. Matth. 7, 7 - 19 Deut. 1, 31) [*](7 ὢν < H 8 ἀσάφεια<ν αὐτῆς — τὴν> Kl Koe, vgl. lat. 21 οὕτως Kl, vgl. lat. οὗτος Μ H) [*](5 *** Kl Koe, vgl. gr. 22f lat. kürzt 26/27 infantilia Koe infantia G L infantiam B)
v.10.p.595
ἀμπελῶνι φραγμὸν καὶ τὴν ληνὸν ἣν ὤρυξε καὶ τὸν πύργον ὃν ᾠκοδόμησε καὶ οὓς κέκτηται δούλους καὶ οὓς πέμπει πρὸς τοὺς γεωργοὺς καὶ δεύτερον ἀποστέλλει πλείονας. ὡς οἰκοδεσπότης δἐ ἐξέδοτο γεωργοῖς τὸν ἀμπε - λῶνα. ἀφ᾿ ὧν ἀφελὼν αὐτὸν δίδωσιν ἑτέροις. ἔτι δὲ πόλιν ἐν τοῖς ἀνωτέρω ἄνθρωπος οἰκοδεσπότης εἴρηται διὰ τούτων· ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τόν ἀμπελῶνα αὐτοῦ«· καὶ ὡς οἰκοδεσπότης γε ἀμπελῶνα ἔχει καὶ μισθοῦται γεωργούς, ἔστι δὲ αὐτῷ καὶ ἐπίτροπος ᾦ λέγει ’ »κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων«. ἐν δέ τῇ περὶ τοῦ δείπνου παραβολῇ καὶ τῶν γόμων τοῦ υἱοῦ αὐτοῦ καὶ τῆς κλήσεως οὐκ οἰκοδεσπότης ἀλλὰ βασιλεὺς εἴρηται· μείζων γὰρ ἢ οἰκοδεσπότης ἐστὶ πέμπων πέμπων στράτευμα ὡς βασιλεὺς καὶ ἀναιρῶν τοὺς κρατήσαντας »τοὺς τοὺς δούλους αὐτοῦ« καὶ ὑβρίσαντος καὶ ἀποκτείναντας αὐτούς, καὶ ἐν βασιλικῇ ἐξουσίᾳ, οὐχ ὡς οἰκοδεσπότης μόνον, »εἶπε τοῖς διακόνοις« δῆσαι πόδας καὶ χεῖρας« τοῦ εἰσελθόντος εἰς τοὺς
[*](11 Matth. 20, 1 - 19 Matth. 20, 8 - 21 ff Vgl. Matth. 22, 2 — 26ff Vgl. Matth. 22, 7. 6 — 30ff Vgl. Matth. 22, 11—13) [*](5 καὶ > Koe 22 1. τοῦ <μεγάλου> Kl, vgl. Luc. 14, 16 24 ff ἀλλὰ — οἰκοδεσπότης <H) v.10.p.596
γάμους μὴ ἔχοντος »ἔνδυμα γάμου« καὶ ἐκβαλεῖν »αὐτὸν εἰς τὸ ἐξώτερον σκότος«. ὅτε δὲ ἐν τοῖς ἀνωτέρω λέγεται· ἄνθρωπος εἶχε τέκνα δύο«, οὔτε οἰκοδεσπότης οὔτε βασιλεὺς ὠνόμασται ἀλλ’ ἁπλῶς ἄνθρπος.
Εἰσὶν οὖν. ὡσπερ πολλαὶ ἐπίνοιαι τοῦ θεοῦ κατὰ τὰς θείας γραφάς, οὕτω καὶ διαφοραὶ τοῦ ἄνθρωπον αὐτόν ὀνομάξεσθαι, ἤτοι ἁπλῶς ἢ οἰκοδεσπότην ἢ βασιλέα. καὶ ταῦτα μὲν κατὰ τὸν Ματθαῖον· κατὰ δέ τὸν Λουκᾶν ἡ ὁμοία τῇ ἐκκειμένῃ παραβολῇ ἄνθρωπον αὐτὸν ὠνόμασεν ἐν τῷ· »ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς«. ἀλλὰ καὶ Μᾶρκός φησιν· »ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ περιέθηκεν αὐτῷ φραγμόν«. πάλιν τε αὖ ὁ Λουκᾶς τὴν τῆς κλήσεως ἐκτιθέμενος παραβολὴν »ἄνθρωπός τις«, φησίν, ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς«. κοὶ σὺ δὲ συναγαγὼν εἴ που ὠνό\μασται ἄνθρωπος ὁ θεὸς καὶ »πνευματικὰ πνευματικοῖς« ἐν τῷ περὶ τούτου συγκρίνων λόγῳ καὶ ζητήσας ὀρθῶς τὰ κατὰ τοὺς τόπους, εὕροις ἂν ἀνάλογον τῇ ζητήσει σου πλείονα εἰς τὸ ἄνθρωπον λέγεσθαι τὸν θεόν. οὗτος δὴ ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος ἀμπελῶνα, ὅντινα ἐπιμελέστερον ζητητέον, μὴ ἀβασανίστως παρερχόμενον τὴν τοσαύτην παραβολήν.
[*](4 Matth. 21, 28 - 15 Luc. 20, 9 - 18 Marc. 12, 1 — 21/22 Luc. 14, 16 — 25 f Vgl. I. Kor. 2, 13)[*](20 τὴν < Ηα 31 ὁ] 1. ὡς ? Koe)v.10.p.597
Τις οὖν ὁ ἀμπελὼν ἕτερος ὂν παρὰ τοὺς γεωργοὺς τοὺς πρώτους καὶ τοὺς δευτέρους, ὃν ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος; ὁ δέ ἀμπελὼν οὗτος πρότερον μέν ἐκοδιδόμενός ἐστι γεωργοῖς ὑβρισταῖς, δεύτερον δέ κατὰ τοὺς ἀποκριναμένους περὶ τοῦ ἀμπελῶνος ἐκδιδόμενος ἄλλοις γεωργοῖς, οἵτινες δώσουσι τους καρπους αυτου εν τοῖς καιροῖς αὐτῶν, κατὰ δὴ τὸν σωτῆρα λέγοντο· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἆρα γὰρ δεήσει τοὐτὸν εἰπεῖν εἶναι τὴν βασιλείαν τοῦ θεοῦ τῷ ἀμπελῶνι, αἰρομένην ἀπὸ τῶν προτέρων <γεωρ γῶν> > διδομένην δέ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἢ ἄλλο μέν εἶναι τὸν ἀμπελῶνα ἄλλο δέ τὴν βασιλείαν τοῦ θεοῦ; ἴδωμεν δέ πρῶτον, παραστήσαντες ἀπὸ τῆς γραφῆς ὅτι ἀμπελὼν καλεῖται ὁ λαός, εἰ δύναται ἐφαρμόσαι Πάντα τὰ κατὰ τὸν τόπον τῇ τοιαύτῃ διηγήσει. φησὶν οὖν Ἡσαΐας· »ᾄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἀγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρὴν« [*](28 Jes. 5, If) [*](11 αὐτοῦ] αὐτᾶν Μ 12 δὴ Koe, vgl. lat . δὲ Μ H 14 ἡμῶν Ma w. e. sch. Η 18 τῷ<Ηa 19/20 <γεωργῶν> Κοe, vgl. lat. u. S. 600, 25 28 φησὶ H) [*](16 tolHtur Diehl, vgl. gr. colitur X 24 ergo] lat. las δὴ st. δὲ 27 > Diehl, vgl. gr. 30 dilecti Kl, vgl. gr. dilectae x 33 charicavi μ cariciavi Χ)
v.10.p.598
καὶ τὰ ἐξῆς εως του ἐποίησε δὲ ἀνομίαν κοὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν«.
Ἐξεθέμην δὴ τὸ ἀπὸ τοῦ Ἡσαΐου ᾆσμα βουλόμενος αὐτὸ συνεξετάσαι <ταύτῃ> τῇ παραβολῇ, κατὰ τοῦ αὐτοῦ κεῖται ὁ ἀμπελὼν σημαινομένου ἐν ἑκατέρᾳ τῇ γραφῆ. καὶ ὅρα, τίνα μὲν ὄμοια ἔχουσιν αἱ ἐκτεθεῖσαι λέξεις τίνα δέ οὐχ ὅμοια, ἵνα βλέπων τὰς διαφορὰς τῶν ὁμοίων πρὸς τὰ ἀνόμοια οὕτως ἐπιστήσῃς τῷ νῷ τῆς γραφῆς. ὅμοιον οὖν | τὸ ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον τῷ »ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ Προλήνιον ὥρυξα ἐν αύτῷ«. παράθες γὰρ τῷ ἐφύτευσεν ἀμπελῶνα τὸ ἐφύτευσα ἄμπελον σωρήκ«, καὶ τῷ φραγμὸν αὐτῷ περιέθηκε τὸ »φραγμὸν περιέθηκα«, καὶ τῷ ὤρυξεν ἐν αὐτῷ ληνὸν τὸ »καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ«, καὶ τῷ ᾠκοδόμησε πύργον τὸ [*](4. 8 Jes. 5, 7 - 24 Jes. 5, 1 —2 — 31 ff Jes. 5, 2) [*](12 <ταύτῃ> Diehl Kl Koe, vgl. lat. 14 ἐν < Μ 15 f lat. las ὅρα <ὅτι> τινὰ μὲν . . . τινὰ δὲ) [*](2 eam Ga B 11 < μ 16 dissimilia R G simiUa B L | *** Diehl, vgl. gr. 18 <sic> discas Diehl, vgl. gr.)
v.10.p.599
»καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αυτου«.
Κατ’ ἀμφοτέρους δέ τοὺς τό- Πους <ἀνόμοιον> περὶ τῶν καρπῶν λέγεται τοῦ ἀμἀμπελῶνος, παρὰ μέν τῷ Ἡσαΐᾳ ὅτι »ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας«, ἐν δέ τῇ τοῦ εὐαγγελίου παραβολῇ σαφῶς οὐχ ὁ ἀμπελὼν κατηγορεῖται ὡς μὴ δεδωκὼς τοὺς καρποὺς ἐγγίσαντος τοῦ καιροῦ αὐτῶν, ἀλλ᾿ οἱ γεωργοί, οἳ κοὶ λαβόντες τοὺς τοῦ οἰκοδεσπότου δούλους ὃν μὲν ἔδειραν, ὃν δέ ἀπέκτειναν, ὃν δέ ἐλιθοβόλησαν. καὶ ἡνίκα ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, πόλιν οἱ γεωργοὶ κατηγοροῦνται ποιήσαντες αὐτοῖς ὡσαύτως. καὶ τρίτον δέ οἱ γεωργοὶ κατηγοροῦνται εἰπόντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ τοῦ ἀμπελῶνος καὶ ἀποκτείναντες αὐτόν. καὶ ἐν μέν τῷ Ἡσαΐᾳ αὐτῷ τῷ ἀμπελῶνι ἀπειλεῖ ὁ λόγος λέγων · »ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ [*](10 Jes. 5, 2 - 34 Jes. 5, 5f) [*](3 δὲ υ δὴ MH 4 <ἀνόμοιον> Kl, vgl. lat. 16 οἳ καὶ Kl, vgl. lat. οὗτοι M H 26 <ὡς> εἰπόντες Koe) [*](32 ipsa Ga ipse (Gc) 33 <ver bum> Koe, vgl. gr.)
v.10.p.600
ἔσται εἰς διαρπαγήν, <καὶ> τὸν τοῖχον αὐτοῦ ἔσται εἰς καταπάτημα. καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδέ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς ὡς χέρσον ἄκανθα«. ἀλλὰ καὶ ὅτε »ταῖς νεφέλαις« ἐντελεῖ<σθαι ἐπαγγέλλε>ται ται »τοῦ βρέξαι εἰς τὸν ἀμπελῶνα ὑετόν«, τῷ ἀμπελῶνι ἀπειλεῖ, ὅντινα ὁ προφήτης εἶπεν εἶναι τὸν »τοῦ Ἰσραὴλ« οἶκον καὶ τὸν »ἄνθρωπον τοῦ Ἰούδα«, μὴ ποιήσαντα τὸν καρπόν, τὴν »κρίσιν« καὶ τὴν δικαιοσύνην, ποιήσοντα δέ ἀκάνθας, τὴν »ἀνομίαν« καὶ τὴν »κραυγήν«. ἐν δὲ τῷ εὐαγγελίῳ τὸν μὲν ἀμπελῶνα οὐδὲν εὑρίσκομεν πάσχοντα, ἀλλ᾿ (εἰ δεῖ οὕτως εἰπεῖν) μᾶλλον προνοούμενον τοῦ φέρειν τοὺς οἰκείους καρποὺς τῷ οἰκοδεσπότῃ· προνοῶν γὰρ οὗτος τοῦ ἀμπελῶνος αἴρει αὐτὸν τῶν προτέρων γεωργῶν, οἵτινες ἀποκρίνονται τῷ σωτῆρι πυθομένῳ καὶ εἰπόντι ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; κοὶ λέγουσιν , εἴτε ὑπὸ τοῦ λόγου καὶ τῆς ἀκολου-
[*](8ff Jes. 5, 6 — 12 ff Vgl. Jes. 5, 7) [*](1 <καὶ> Koe, vgl. lat. u. LXX 8 ἐντελεῖ<σθαι ἐπαγγέλλε>ται > Kl, vgl. lat. 21/22 οἰκείους] ἰδίους Μ 33 ἀκολουθίας + parabolae lat.) [*](8 <cum> Diehl, vgl. gr. 26 est < L 30 enim cum L 29 29ff lat. exzerpiert hier) v.10.p.601
θίας ἀναγκαζόμενοι εἴτε καὶ ἄκοντες (ἵν᾿ οὕτως εἴπω) τὰ περὶ αὑτῶν προφητεύοντες, ὡς ἄρα κακοὺς κακῶς ἀπολέσει ὁ κύριος τοῦ ἀμπελῶνος ἐλθὼν τοὺς γεωργούς, καὶ προνοούμενος τοῦ ἀμπελῶνος ἐκδώσεται αὐτὸν ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ ἀκολούθως τῷ »ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον« εἴρηται πρὸς τὸν ἁμαρτάνοντα λαόν· »ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν«, καὶ ἀνάλογον τῷ »ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας« καὶ τῷ »ἔμεινα <τοῦ> ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγὴν« τὸ »πῶς ἐστράφη<ς> εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;«
Οὐκοῦν ὁρᾷς ἐν μὲν ταῖς προφητικαῖς λέξεσι τὸν λαὸν λέγόμενον εἶναι ἀμπελῶνα καὶ τὸν φυτεύσαντα αὐτὸν ἀπειλοῦντα καὶ λέγοντα αὐτῷ· [*](14 Jes. 5, 7 - 19 Jer. 2, 21 - 21 Jes. 5, 4 - 23 Jes. 5, 7 - 26 Jer. 2, 21) [*](3 αὑτῶν υ αὐτῶν Μ H 7 τοῦ ἀμπελῶνος < Η 8 ἐκδόσεται Μ 22 σταφηλὴν H 23 <τοῦ> Kl, vgl. LXX 26 ἐστράφη<ς> Lo 31f αὐτὸν ἀπειλοῦντα αὐτὸν καὶ λέγοντο· Μ) [*](7 provisionem faciens L 18 <peccantem> Diehl, vgl. gr. 27 vineae alienae G L)
v.10.p.602
»ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν« καὶ τὰ λοιπά, ἐν δὲ τοῖς εὐαγγελικαῖς οὐδεμίαν μέν μέμψιν προσαγομένην τῷ ἀμπελῶνι πᾶσαν δέ τοῖς γεωργοῖς, καὶ πρὸς τῷ μηδεμίαν εἶναι ἀπειλὴν τῷ ἀμπελῶνι καὶ πρόνοιαν αὐτοῦ γινομένην, ἵνα διδῷ τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. καὶ οὐκ ἂν δύναιο, τὴν ἀκρίβειαν βουλόμενος σῶσαι τῆς εὐαγγελικῆς γραφῆς, τρανῶς παραστῆσαι ὅτι ἀμπελὼν ὁ λαὸς ἦν. ἀλλὰ μήποτε ὁ κατὰ τὸ εὐαγγέλιον ἀμπελὼν ἡ βασιλεία ἐστὶ τοῦ θεοῦ, ἡ αὐτὴ (οἶμαι) τυγχάνουσα τῇ τῶν μετ’ ἐπισκοπῆς θεοῦ διδασκαλίᾳ. τὸ γὰρ ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς | καρποὺς αὐτῆς ἐπιφερόμενον τῇ περὶ τοῦ ἀμπελῶνος παραβολῇ σαφῶς (οἶμαι) δηλοῖ τὰ μυστήρια τῆς τοῦ θεοῦ βασιλείας λέγεσθαι εἶναι τὸν ἀμπελῶνα, ὃν ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος. τοῦτον δὴ τὸν ἀμπελῶνα, ὄντα (ὡς οἶμαι) νόμον καὶ προφήτας καὶ πᾶσαν τὴν θείαν γραφήν, ἐξέδοτο ὁ κύριος τοῦ ἀμπελῶνος γεωργοῖς ’ προτέροις μέν τῷ λαῷ ἐκείνῳ καὶ γὰρ πρῶτοι
[*](1 Jes. 5, 5) [*](11 δύναιτο <ὁ> Koe, vgl. lat.) [*](11 et Kl, v-gl. gr. sed x 32 quam (d. h. vineam) Kl, vgl. gr. quas x) v.10.p.603
»ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ«), δευτέροις δέ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ. ἀλλ᾿ ἔργον ἐξομαλισαι ουτω νοουμενου του κατα τὸ εὐαγγέλιον ἀμπελῶνος τὸν περιτεθέντα αὐτῷ φραγμόν, οὐδέν πάσχοντα ὁποῖον <ὁ> ἐν Ἡσαΐᾳ φραγμός, φραγμός, οὗ γέγραπται· »ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν«, κοὶ τὴν ὀρυχθεῖσαν ἐν αὐτῷ ληνὸν καὶ τὸν οἰκοδομηθέντα πύργον.
Κοὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν, τὸν δέ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ ἀμπελῶνος καρπόν, τὸν δὲ λογικὸν τόπον καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν ὡς μὴ κατοπτεύεσθαι τοῖς ἔξωθεν τὸν ἀμπελῶνα καὶ τὸν ἐν κρυπτῷ μάλιστα καρπὸν αὐτοῦ, τὸ δὲ βάθος *** τῆς δεχομένης τοὺς καρποὺς τούτους ψυχῆς πᾶν ἐπιπόλαιον ἀποβαλούσης τὴν ὀρυχθεῖσαν εἶναι ἐν τῷ ἀμπελῶνι ληνόν. [*](1 Rom. 3, 2 - 10 Jes. 5, 5 - 14 - 611, 28 Vgl. II 244, 9 - 245, 7) [*](3 αὐτῆς Kl αὐτοῦ Μ H 9 <ὁ> . . . φραγμός Kl ... φραγμὸν Μ H 14 εἰ] ne fcrte lat. 17 ἀληθεῖ] eandem lat. 27 *** Koe, vgl. lat. 28/29 ἀποβαλλούσης II 244, 13, doch s. Hss) [*](7 sepes μ sepis x 14 ff naturali — eloquia dei] lat. las τὴν μὲν κατὰ τὴν φυσιολογίαν θείαν γραφὴν ? 15 possimus L 16 omnia y* < L 18/19 inreprehensibilem Χ* reprehensibilem ρ 21/22 scientias et <omnes> Diehl, vgl. gr. scripturas et x 26/27 profunditatem Kl profunditas x)
v.10.p.604
ὁ δὲ οἰκοδομηθεὶς ἐν τῷ ἀμπελῶνι πύργος, ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕφος ὑπέρ τὸν ἀμπελῶνα καὶ τὸν φραγμὸν καὶ τὴν ληνόν, ὁ περὶ θεοῦ οἶμοι) λόγος ἐστί, ναὸς ὢν τοῦ ἐν αὐτῷ Μου νοῦ. καὶ περὶ τοιούτου νομίζω λελέχθαι πύργου ὑπὸ τοῦ σωτῆρος το τίς ἐξ ὑμῶν βουλόμενος πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον ψηφίζει«, εἰ δύναται θεῖναι τὸν θεμέλιον καὶ ἐκτελέσαι, »ἴνα μὴ« »ἄρξωνται οἱ θεωροῦντες ἐμπαίζειν« τῷ μὴ τελειώσαντι; διὰ γὰρ παραβολῆς κἀκεῖ δοκεῖ μοι λέγεσθαι ὅτι μέλλων θεολογεῖν σκόπησον, εἰ δύνασαι ἀρξάμενος πάντα ἃ ἀπαιτεῖ σε ὁ λόγος εἰς θεολογίαν τελειῶσαι, ἴνα μὴ ἀρξάμενος τῶν τῆς εὐσεβείας δογμάτων ἀτελῆ καταλίπῃς τὸν περὶ θεοῦ πύργον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς· εἰ γὰρ στεφάνην οὐκ ἐποικοδομήσεις, πεσεῖταί τις ἀπὸ τῆς περὶ θεοῦ ἐννοίας καὶ ἀπο-
[*](1f Vgl. Rom. 3, 2; Hebr. 5, 12 17 Luc. 14, 28f) [*](8 τὸν] ipsam lat. 10 θεοῦ + et de dispensationihus Christi lat. 19 δύναται + prius lat. 32 ἐννοίας + scandalizatus lat.) [*](1 quem (als neutr.) Diehl quod Koe quam x 6 <vin> vgl. gr. 16 aliquo x* eo ρ 22 *** Koe, vgl. gr. 28 turrem + verbi B + verbo L 29 30 superaedificaverit y* aedificaverit L) v.10.p.605
θανεῖται. τοῦτον δὴ τὸν (ὡς ἀποδεδώκαμεν) ἀμπελῶνα ἐξέδοτο γεωργοῖς, τῷ πρὸ ἡμῶν λαῷ, ὁθεός, καὶ ἀπεδήμησεν εἰς τὴν ἑαυτοῦ περιωπήν , δοὺς ἀφορμὰς τοῖς γεωργοῖς, ἐξ ὧν αὐτὸς ἐφύτευσε καὶ περιέθηκε καὶ ὤρυξε καὶ ᾠκοδόμησε, τοῦ φέρειν τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ἤγγισαν μὲν οὖν καθ᾿ ἕκαστον οἱ καιροὶ τῶν καρπῶν, οἶμαι δ᾿ ὅτι καὶ <γενικῶς> ὅλῳ τῷ λαῷ. τὸ δὲ ἐγγίσαι τοὺς καιροὺς τῶν καρπῶν ἀκριβῶς μὲν διηγήσασθαι ἕξεως μείζονός ἐστιν ἢ καθ᾿ ἡμᾶς καὶ καρδίας πολλῷ καθαρωτέρας καὶ διορατικ<ωτέρ>ας παρ᾿ ἡμᾶς. ὅμως δὲ κατὰ δύναμιν ἐπιβαλοῦμεν οὕτως τῷ τόπῳ, ἀρξάμενοι ἀπὸ τῶν καθένα.
Καὶ νοείσθω ἐν ἑκάστῃ ψυχῇ ὁ λόγος ἄμπελος πεφυτευμένη ὑπὸ τοῦ οἰκοδεσπότου, καὶ ἀμπελὼν αἱ ἀφορμαὶ πάντων <τῶν> ἀναγκαίων εἰς σωτηρίαν προβλημάτων. ὥσπερ οὖν ἐπὶ τῶν ἀμπέλων ἐστί τις καιρὸς ὅτε ἐκφύει φύλλα, καὶ ἄλλος ὅτε τὰς ἀρχὰς τῶν καρπῶν δείκνυσιν ἔτι βραχείας, καὶ ἄλλος ὅτε κυπρίζει τὰ δειχθέντα, <καὶ ἄλλος ὅτε ὀμ- [*](8f gr. kürzt ? 13 <γενικῶς> Kl, vgl. lat. 18 διορατικ <ωτέρ>ας Kl Koe, διορατικῆς Μ H 19 κατὰ + τὴν Μ 24 ἐν < M 25 λόγος + quasi lat. 26 καὶ Koe ἢ Μ H 27 <τῶν> Diehl 33/34 <καὶ—ὀμφακίζει> Kl, vgl. lat.) [*](5/6 prospectionem x* perfectionem L profectionem μ 19 <multo> Diehl, vgl. gr. | *** Kl, vgl. gr. 30/31 pullula(n)t—quando (R) G (B) < L 32 <adhuc parvum> Diehl Kl, vgl. gr. 33 demonstrant L)
v.10.p.606
φακίζει> καὶ ἄλλος ὅτε καὶ ἄλλος ὅτε καιρός ἐστι τοῦ τρυγᾶν τετελειωμένους τοὺς καρποὺς καὶ ἑτοίμους πρὸς τὸ φέρειν οἴνου ποιότητα — οὕτως ὁ μὲν πρῶτος τῶν ἀνθρώπων τῆς ζωῆς καιρὸς κατὰ τὴν νηπιότητα ἐχέτω τὴν ἄμπελον οὐδὲν περικειμένην ἀλλὰ μόνον ἔχουσαν τὸ ζωτικόν· εἶτ᾿ ἐπὰν ὁ λόγος συμπληροῦσθαι ἄρχηται, ὁ καιρὸς ἔστω τῆς πρώτης ἀνθήσεως, ὅσον δὲ προκόπτει γεωργουμένη ἡ ψυχὴ τοσοῦτον κοὶ ὁ γεωργούμενος ἀμπελὼν δείγματα φέρει φέρει μελλόντων βοτρύων, κυπριζόντων μέν κοὶ ἀσμὴν εὐωδίας μελλούσης ἀρετῆς) φερόντων κατ᾿ ἀρχάς, ὕστερον δέ ἤδη καὶ ὀμφακιζόντων, ὅτε κακία μὲν <νεότητι ἔν>εστιν οὐχ ἡ παραμένουσα δέ ἀλλ᾿ ἡ ἀναγκαίως ὑγισταμένη καὶ οὐδέποτε νευομένη ἐπὶ τὸ χεῖρον, ἀλλ᾿ ἀεὶ (εἰ δεῖ οὕτως ἐπ᾿ ἀρετὴν ὁδεύουσα. ἐὰν δὲ παραμένῃ ἡ κακία, καὶ μὴ χρησώμεθα ἄλλῃ ὡς ἐπ᾿ ἀρετὴν διοδῳ ἀεὶ αὐτὴν ἐπὶ τὴν ἐπ᾿ ἀρετῇ προκοπὴν ἄγοντες, γίνεται ὄμφαξ,
[*](6 τῶ ἀνω H 11 ἀνθίσεως Μ 12 ψυχὴ + pueri lat. 18 μελλόντων Kl, vgl. lat. μἀλλον τῶν M H 19 μὲν + adhuc lat. 22 ὅτι H | <νεότητι ἔν>εστιν Kl, vgl. lat. 24 + propter ’lat. 30 παρακειμένη Μ 31 ἀλλ᾿ las lat. Diehl) [*](5 fructvis < L 10 <vi>talem μ, vgl. gr. 12 germinationis x* generationis μ 18 futurarum Uiehl, vgl. S. 607, 12 ff. 17ff futurorum x —33 lat. liat mifiverstanden u. umgestellt, vgl. S. 607, 4—6 Diehl) v.10.p.607
δν φαγων τις κατα τον προφητην αἱμωδιᾷ. ἐπὶ πλεῖον δέ τις προκόπτων οἱονεὶ περκάζουσαν μέν οὐδέπω δέ τετελειωμένην ἔχει τὴν σταφυλήν. ἔστι δέ τις > μετὰ τὴν προκοπὴν κατάστασις σπουδαία, ὅτε ἡ γεωργηθεῖσα ἄμπελος φέρει τὸν καρπόν, βότρυος ἀγάπης τελείους καὶ χαρᾶς καὶ εἰρήνης καὶ μακροθυμίας καὶ τῶν λοιπῶν, ἃ παρὰ τῷ ἀποστόλῳ κατείλεκται καὶ ἐν μυρίαις ἄλλαις γραφαῖς. ἔστι γάρ τις βότρυς κατὰ το »μακαριοι οι πτωχοι τῳ πνευματι« καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ πενθοῦντες« καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ πραεῖς« καὶ ἄλλος κατὰ τὸ μακάριοι οἱ εἰρηνοποιοὶ» καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ«. καὶ τί με δεῖ καταλέγειν τοὺς αἰτίους τῶν μακαρισμῶν βότρυας; ταῦτα δέ ἐπὶ Πλεῖον ἐξήτασα ἅτε τὸ ὅτε ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, νοῆσαι καὶ σαφηνίσαι θέλων.
Τοῦ οἰκοδεσπότου δέ ἐστι <μόνου> καὶ τῆς θείας ἐπιστήμης αὐτοῦ [*](1 Vgl. Jer. 38, 29 — 12ff Vgl. Gal. 5, 22 - 17 Matth. 5, 3 - 18 Matth. 5, 4 - 20 Matth. 5, 5 — 21 Matth. 5, 9 - 22 Matth. 5, 8) [*](7 δὲ + et lat. 9 <καὶ> Diehl vgl. lat. 11 καρπὸν + maturum lat. 12 βότρυας] et studiosas botriones, diuersas lat. 24 μακαρισμῶν + quasi diuersas lat. 26 ἅτε Kl Koe, vgl. lat. dia MH 31 <μόνου> Diehl Kl Koe, vgl. lat.) [*](5 aham R G aliquam B L 9 profectum y* perfectum L 12 studiosas R studiosos x 12/13 diversas y* diversos L 13 perfectas y* perfectos L 16 <aliae> Diehl, gr. 27 <intellegere et> Diehl, vgl. gr.)
v.10.p.608
εἰδέναι τόν ἑκάστου τῶν ἀνθρώπων καιρόν, πότε ἤγγισε καὶ πότε ἔτι πόρρω ἐστὶν ὁ καιρὸς τῶν τῶν καρπῶν. πῶν. καὶ ἡμεῖς δέ, ἐὰν ἐπὶ πλεῖον ἐπιστήσωμεν συγκρίνοντες τὸν χρόνον ἀφ᾿ οὗ ἐκλήθημεν τῷ παντὶ χρόνῳ τῆς πίστεως ἡμῶν, δυνησόμεθα ὁρᾶν πῶς τινες ὥσπερ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πόλιν χρείαν« ἔχουσι διδάσκεσθαι »τίνα τὰ στοιχεῖα <τῆς οὕτως> τῶν λογίων τοῦ οὕτως ὀφείλοντές τινες, ὅσον ἐπὶ τῷ χρόνῳ τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τῷ κατὰ τὴν κλῆσιν ἁπάντων, ἤδη φέρειν τοὺς καρπούς, ἢ πάντως οὐκ <ἔχουσιν ἢ ὀφείλοντες > ἔχουσι μὲν ἀκαίρως δὲ κυπρίζοντας καὶ οὐκ ἐν καιρῷ ὀμφακίζοντας. εἰ νενόηταί σοι δὴ καθ’ ἕκαστον, πῶς δεῖ ἐκλαμβάνειν τὸ ὅτε δέ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, μετάβα εἰ δύνασαι) τῷ λόγῳ ἐπὶ τοὺς παραλαβόντας διὰ Μωσέως τὸν νόμον, ὅτι κἀκείνων ἤγγισέ ποτε ὁ καιρὸς τῶν καρπῶν καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους πρὸς τοὺς γεωργοὺς τοὺς πρώτους πιστευθέντας »τὰ λόγια τοῦ θεοῦ« ὑπέρ τοῦ λαβεῖν
[*](9 Hebr. 5, 12 — 29 Rom. 3, 2) [*](1 εἰδέναι + vere lat. 2 πότε ἄγγισε καὶ < H | καὶ πότε] vel quando lat. ἢ > ποτε Koe 6 ἀφ᾿] ἐξ H 8 ὁρᾶν < Μ 11 /12 > Kl Koe, vgl. lat. 15 τῷ Koe τῶν MH 17 ἔχουσιν — > Kl Koe, vgl. lat. 20 δὴ] autem lat. 21 ἕκαστον <ἄνον> Kl, vgl. lat. 25 μεωυσέος ΜH) [*](2/3 fructuum < L) v.10.p.609
τοὺς καρποὺς τοῦ ἐν ἑκάστῳ ἀμπελῶνος. εὐχερὲς μὲν οὖν εἰπεῖν ὅτι δούλους λέγει τοὺς προφήτας. ἀλλὰ ζητητέον πῶς ἀποστέλλονται πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς τοῦ ἀμπελῶνος καρπούς. εἴποι γὰρ ἄν τις ὅτι οὐκ ἐπὶ τῷ λαβεῖν ἀποστέλλονται τοὺς καρποὺς οἱ προφῆται, ἀλλ᾿ ἐπὶ τῷ γεωργῆσαι μᾶλλον καὶ συνεργῆσαι τοῖς καρποῖς.
Ὅρα οὖν εἰ δυνάμεθα λέγειν τὰ πνευματικὰ καρπώματα καὶ τὰς θείας προσφορὰς δίδοσθαι ἀπὸ τῶν γεωργησάντων τὸν ἀμπελῶνα τοῖς ἀποστελλομένοις δούλοις, ἵνα προσαγάγωσιν ὡς ἱερεῖς τῷ θεῷ τοὺς καρποὺς τοῦ προσφέροντος <λαοῦ>. ἀλλὰ λαβόντες οἱ γεωργοὶ ἐν τῷ λαῷ τοὺς ἀποσταλέντας δούλους λαβεῖν τοὺς καρποὺς τοῦ ἀμπελῶνος, ὃν μὲν ἔδειραν, ὡς »τὸν Μιχαίαν ἐπάταξεν εἰς τὴν σιαγόνα« »Σεδεκίας υἱὸς Χαναάν«, ὅτε καὶ εἶπεν αὐτῷ προφητεύσαντι ὁ ψευδοπροφήτης· »ὁποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί;« ὃν δέ ἀπέκτειναν, ὡς Ζαχαρίαν »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου«, ὃν δέ ἐλιθοβόλησαν , ὡς τὸν Ἀζαρίαν [*](16f Vgl. Gal. 5, 22 — 24 — 610,3 Vgl. Cc Nr. 55 Or. II 243, 9—11 An. — 24 III. Regn. 22, 24 — 30 f Vgl. Matth. 23, 35; Par.) [*](18 <λαοῦ> Kl, vgl. lat. 19 ἐν + illo lat.) [*](3 vitis] lat. las ἀμπέλου? 7 dicet Kl, vgl. gr. dicit x 25 percutiens + aliquis y 26 canaan G L 32 azariam] zac(h)ariam B(L))
v.10.p.610
υἱὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καθάπερ γέγραπται ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ἡνίκα γὰρ »πνεῦμα θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπε· τάδε λέγει κύριος ’ τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου; ρίου ; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐγκατελίπετε τὸν κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς«, ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν δι᾿ ἐντολῆς Ἰωὰς τοῦ βασιλέο)ς ἐν οὐλῇ οἴκου κυρίου. καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησε μετ’ αὐτοῦ Ἰωδαὲ ὁ Πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνῃσκεν, εἶπεν· ἴδοι κύριος καὶ κρινάτω«.