Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἀφῄρηται γὰρ ἀπ᾿ αὐτῶν ἡ αἰδὼς ἡ ἐν πάσαις ἁγίαις γραφαῖς ἐπαινουμένη καὶ ἀληθῶς πεπλήρωται τὸ παρὰ τῷ προφήτῃ εἰρημένον, τό »ὄψις πόρνης ἐγένετό [*](2ff Nacktheit im Gottesdienst vgl. haer. 26, 3, 7; I 282, 17 dazu Weinhold z. Gesch. d. heidn. Ritus Abh. Berl. Akad. 1896 Heckenbach de nuditate sacra 1911 S. 8ff — 25 vgl. Gen. 3, 1 — 29 Jer. 3, 3) [*](M U) [*](1 τὰς θύρας Μ 4 πάντες < U | ὡς + οἱ Μ 5 καθέζονται *] καθεζόμενοι Μ U; viell. besser <I 441, 19ff) [*](M U) [*](2 ἔστιν + τὸ U 3 <εἶς θεός> * καὶ <U 5 ὥσπερ Μ 8 πάλιν <U 9 <ὅπως> * 10 ἑκάστης Μ | * <َҏϏŎҏŎࠏ < Μ | <μετὰ> * 18 ἀπενώτητι Μ 19 ἀμβρωσία Μ U | <εὖ> * 20 θυμηδείας Μ 20 f ἐμπεπλησμένος Corn.] πεποιημένος Μ U 22 δήλη *] μάλα Μ U 23 εἶτα δὲ] εἰ τὸ δὴ Μ | πᾶσα] ἅπασα Μ 26 ἕνεκα U 27 ἀπῆρται Μ | ἀπ᾿] ἐξ Μ 28 αἰδὼ U)
μετὰ δὲ τὴν ὥραν ἐκείνην ἔξω ἱματίοις ἀμφιέννυνται καὶ οὐκέτι εἰσὶν ὁ Ἀδάμ, οὔτε γὰρ εὐθὺς ἐκεῖνος καὶ ἡ αὐτοῦ γυνὴ ἱματίων ηὐπόρησαν, ἀλλὰ πρῶτον μὲν φύλλα συκῆς ἑαυτοῖς ἔρραψαν, ἔπειτα δὲ χιτῶνες δερμάτινοι αὐτοῖς ἐδόθησαν καὶ οὕτως μετὰ πολὺν χρόνον τῆς αὐτῶν ζωῆς »ἡ παμποίκιλος τοῦ θεοῦ« σοφία τὴν εἴδησιν αὐτοῖς ἐνέβαλε τῶν ἀμφίων.
καὶ κατὰ πάντα τρόπον οὗτοι χλευασθήσονται, λέγοντες ἑαυτοὺς εἶναι τοὺς περὶ Ἀδάμ, καταψευδόμενοι ἑαυτῶν καὶ ἅμα ἀληθεύοντες.
ὅτι μὲν γὰρ οὗτοι Ἀδὰμ οὐχ ὑπάρχουσι, τοῦτο δῆλον ἐκ πολλῶν τεκμηρίων, ὡς καὶ ὑπεδείξαμεν· ὅτι δὲ ὑπὸ τοῦ νοητοῦ ὄφεως ἐμπαίζονται, τοῦτο δῆλον διὰ τῆς παραπεποιημένης αὐτῶν σχηματουργίας καὶ γυμνώσεως καὶ αἰσχύνης καὶ χλεύης.