Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
εἰ δὲ δόξειέ τινα, ὡς καὶ τοῦτο λέγουσιν, ἐν παραπτώματι γενέσθαι, οὐκέτι τοῦτον συνάγουσι· φά- σκουσι γὰρ αὐτὸν <εἶναι> τὸν Ἀδὰμ τὸν βεβρωκότα ἀπὸ τοῦ ξύλου καὶ κρίνουσιν ἐξεοῦσθαι ὡς ἀπὸ τοῦ παραδείσου τοῦτον ἐκ τῆς αὐτῶν ἐκκλησίας. ἡγοῦνται γὰρ τὴν ἑαυτῶν ἐκκλησίαν εἶναι τὸν παράδεισον καὶ αὐτοὺτς εἶναι τοὺς περὶ Ἀδὰμ καὶ Εὔαν.
τίνι οὖν τῷ λόγῳ ὑποκαίουσι τὸν οἰκίσκον, ἵνα μὴ τὸ κρύος αὐτῶν ἐφάψηται; Ἀδὰμ γὰρ καὶ Εὔα οὐκ ἐν ὑποκαύστῳ οἴκῳ τὴν δίαιταν εἶχον οὔτε ἐν φλογμῷ τινι ὑπεπιέζοντο οὔτε κρύος αὐτοὺς ἐφόρτου.
ἦν δὲ αὐτοῖς ἀὴρ καθαρώτατος καὶ <μετὰ> πάσης εὐκρασίας εὐτάκτως ἐκ θεοῦ μεμετρημένος, οὔτε ἀπηνότητι ψυχρίας τετονωμένος οὔτε ἀηδεστάτῃ ἐκπυρώσει καύσωνος ἐπηρτημένος, διαίτῃ δὲ ἀμβροσίᾳ <εὖ> μάλα ἐκ θεοῦ πεποιημένῃ ὁ χῶρος ἐτέτακτο, θυμηδίας καὶ εὐζωΐας ἐμπε- πλησμένος, καὶ οὔτε ῥίγει ὑπέπιπτον οὔτε καύσωνι, ὡς ἔφην. τούτων δὲ τοιούτων ἐπιδεομένων δήλη παρ᾿ αὐτοῖς ἡ χλεύη γίνεται.
3. Εἶτα δὲ καὶ τὸ ἕτερον σκοπήσωμεν, πῶς ἡ πᾶσα πλάνη διε- λέγχεται, ὅτι οὐ μίαν ὥραν ἐκεῖνοι γυμνοὶ ἦσαν, ἀλλὰ διηνεκῶς »καὶ οὐκ ᾐσχύνοντο«. τούτοις δὲ οὐ διὰ τὸ μὴ αἰσχύνεσθαι ἡ γύμνωσις, κἄν τε οὕτως αὐτοὶ νομίσωσιν, ἀλλ᾿ ἕνεκεν ἀκορέστου ἡδονῆς, κόραις ὀφθαλμῶν ἐμποιούσης τὴν θέλξιν.