Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
Οὐκ ἄξιον δὲ ἡμᾶς περὶ πολλοῦ ποιεῖσθαι τούτων τὴν ἀνατροπήν. οὔτε γὰρ τὸ ὅμοιον αὐτῶν ζῷον σκευῶν πολεμικῶν ἢ μεγάλων ὅπλων ἐπιδέεται πρὸς ἀναίρεσιν.
διὰ γὰρ μικρᾶς ῥάβδου τὸ τοιοῦτον ἀφανίζεται. πολλάκις δὲ μετὰ τὸ ἀνενεχθῆναι ἐκ τοῦ φωλεοῦ καταλιμπάνεται μόνον καὶ ἑαυτῷ διαφθείρεται, γελώμενον καὶ ἐμπαιζόμενον καὶ μὴ εὑρίσκον την καταφυγήν, ὡς καὶ οὗτοι ἁλόντες αἰσχύνονται διὰ τῆς παγγελλάστου χλεύης καὶ ἀσέμνου διαγωγῆς καὶ ὑποθέσεως τῆς ληρῳδίας.
τὰς δὲ ἑξῆς διασκοπήσοντες πάλιν εὐξώμεθα κύριον ἀρήγειν ἡμῖν εἰς τὴν τῶν ἄλλων εὕρεσίν τε καὶ ἀνατροπὴν καὶ ἡμῶν καὶ τῶν ἐντυγχανόντων σωτηρίαν.
Σαμψαίων τινῶν ἐν τῇ Περαίᾳ, περὶ ὧν ἤδη ἐν ταῖς ἄλλαις αἱρέσεσιν ἐπεμνήσθημεν, τῶν δὴ καὶ Ἐλεσαίων καλουμένων, αἵρεσίς [*](3f vgl. Gen. 3,7 u. 21 — 5f vgl. Ephes. 3, 10 — 24 Erklärung des Namens = Ἡλιακοί S. 316,17 — 24f vgl. haer. 19, 1, 10; I 219,5ff haer. 20, 3, 2 u. 4; I 226, 22f u. 227, 7f haer. 30, 3, 2; I 336, 2) [*](Μ U) [*](1 μετὰ δὲ τὴν ὥραν ἐκείνην sc. des Gottesdienstes 2 ἔξω + <γενόμενοι>? * 3 καὶ ἡ αὐτοῦ γυνὴ < U 4 ἑαυτοῖς ἔρραψαν < U 4f χιτῶνας δερματίνους, u. < αὐτοῖς ἐδόθησαν U 5 οὕτως *] ὡς MU 7 οὖτοι] αὐτοὶ U 10 νοητοῦ] πνευματικοῦ M 11 διὰ τῆς παραπεποιημένης] παρὰ τῆς πεποιημένης U 15 τὸ τοιοῦτον] τοῦτο U 16 πολλάκις] πολλὰ M | ἐκ < Μ 17 γελόμενον Μ 18 εὑρίσκων Μ εὑρισκόμενον U 18f τὴν καταφυγὴν—αἰσχύνονται < U | οὗτοι *] αὐτοὶ MU 20 διασκοπήσοντες *] διασκοπήσαντες MU 21 κύριον ἀρήγειν] θεὸν συνεργεῖν U 23 Überschrift: κατὰ Σαμψαίων τριακοστῆ τρίτη ἢ καὶ νݲγݲ Μ κατὰ σαμψαίων λݲγݲ ἡ καὶ νݲγݲ U | Σαμψαίων τινῶν *] Σαμψαῖοί τινες M U)