Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ ἵνα μὴ πόλιν μηκύνω τὸν λόγον, συνελὼν ἐρῶ εἰς ἔτη γὰρ ἐλάσας οὑτος ὁ πατριάρχης ἐνενήκοντα ἐννέα ὑπὸ τοῦ θεοῦ χρηματίζεται εἰς περιτομὴν καὶ ἄρχεται ἔνθεν ὁ χαρακτὴρ τοῦ Ἱουδαϊσμοῦ μετὰ τὸν Ἑλληνισμόν· καὶ ἠν 〈ἀπὸ〉 τῆς τοῦ κόσμου καταβολῆς εἰκοστὴ πρώτη γενεά, ἔτη τρισχίλια τετρακόσια τριάκοντα ἕν.
Σκυθισμὸς γὰρ ἀπὸ τοῦ κατακλυσμοῦ ἄχρι τοῦ πύργου καὶ τοῦ Σερούχ, ἀπὸ δὲ τοῦ Σεροὺχ ἕως τοῦ Ἀβραὰμ καὶ δεῦρο Ἑλληνισμός, ἀπὸ δὲ Ἀβραὰμ οὔπω ἐπώ- [*](1f vgl. S. 178, 1f — 5 Cecrops als Anfänger des Götterdienstes bei den Griechen vgl. zu S. 163, 18 — 5 —8 aus Eusebius vgl. Chronik S. 42, 28 81, 30 Karst Hieronymns Chronik S. 16, 4 Helm — 14f vgl. Matth. 4, 18 —22 — 17 vgl. Gen. 17, 10ff — 19 vgl. S. 178, 1f; 3431 = 3332 + 99 Jahre Abrahams GU M) [*](2 * nach Panarion anaceph. c. 3, 4; S. 163, 15 änze etwa <ἀπ’ δὲ καὶ Βαβυλωνίων καὶ Φρυγῶν ἄρχεται ὁ Ἑλληνισμός , τῶν ἀνθρώπων> * | ἐντεῦθεν U 4 * etwa <μετήνεγκαν αὐτὴν εἰς τὰ λοιπὰ ἔθνη> | δὴ] δὲ Μ 7 δὲ] τε G U | ἑκκαιδεκάτη *, nach Eusebius] ὀκτωκαιδεκάτη GUM 11 καθολικῆς + καὶ ἀποστολικῆς U 12 προφητῶν GU 13 Ε; * 14 ἀπετάσσετο *] ἀποτασσόμενος GUM | δὲ] * 16 ἔτι M 17 εἰς <δὲ> 18 am Rand (von erster Hand) Δ Ἰουδαϊσμός G 20 ἔτη + δὲ U | ἓν + Ἰουδαϊσμός M + καὶ ὁ Ἰουδαϊσμὸς ἀρχὴν ἐλάμβανεν U; Ἰουδαϊσμὸς in M ist wohl eine in den Text gedrungene Randbemerkung, vgl. zu Z. 18 | Σκυθισμός] Σκύθαι GM 22 καὶ δεῦρο — Ἀβραάμ < M | vor Ἀβραάμ2 + τοῦ G)
παῖδες γὰρ ὑπῆρξαν τούτῳ ἀκτώ, Ἰσαὰκ δὲ ὁ κληρονόμος μόνος ἠν, διότι καὶ κατὰ γνώμην πατρὸς ἐβίου θεοσεβείᾳ προσανέχων καὶ κατ᾿ ἐπαγγελίαν θεοῦ τῷ πατρὶ ἐδεδώρητο.
ἴσχε δὲ πρὸ τούτου τὸν Ἰσμαὴλ ἀπὸ παιδίσκης τῆς Ἄγαρ, Χεττούρα δὲ τούτῳ τίκτει παῖδας ἕξ. διεμερίσθησαν δὲ οὐτοι ἐπὶ τὴν εὐδαίμονα Ἀραβίαν λεγομένην· Ζεμβρὰν καὶ Ἰεζὰν καὶ Ἰεσβὸκ καὶ Σωυὲ καὶ Ἐμαδὲμ καὶ Μαδία.
καὶ ὁ τῆς παιδίσκης‘ Ἰσμαὴλ δὲ ὡς ἔφην τούτῳ ἠν ὄνομα), καταλαμβάνει δὲ οὑτος * καὶ κτίζει τὴν Φαρὰν καλουμένην ἐν τῇ ἐρήμῳ. τούτῳ παῖδες γίνονται δεκαδύο τὸν ἀριθμόν, ἐξ ὡν αἱ φυλαὶ τῶν Ἀγαρηνῶν τῶν καὶ Ἰσμαηλιτῶν, Σαρακηνῶν δὲ τανῦν καλουμένων.
γεννᾷ δὲ Ἰσαὰκ δύο παῖδας, Ἠσαῦ τε καὶ Ἰακώβ, καὶ ἐκαλεῖτο τότε τὸ γένος τῶν θεοσεβῶν Ἀβράμιοί τε καὶ Ἰσάκιοι. διορισθέντας δὲ τοῦ Ἠσαῦ ἐπὶ τὴν Ἰδουμαίαν πρὸς τῇ μεσημβρίᾳ τῆς Χαναὰν κειμένην χώραν καὶ ἀνατολῇ οἰκιστὴς | γίνεται τοῦ Σηεὶρ ὄροις καὶ πόλιν κτίζει τὴν] Ἐδώμ, τὴν Ῥοκὸμ καὶ Πέτραν καλουμένην.
γίνονται δὲ τούτῳ παῖδες καὶ ἡγεμονεύουσιν ἐν τῇ Ἰδουμαίᾳ ἕκαστος κατὰ διαδοχήν, οἵ καὶ ἐκαλοῦντο ἡγεμόνες Ἐδώμ. ἐξ οὗπερ πέμπτος κατὰ διαδοχὴν ὁ Ἰώβ, ὑπεξαιρουμένου τοῦ Ἀβραὰμ τοῦ ἀριθμοῦ τούτου, ἀπὸ δὲ Ἰσαὰκ ἀριθμουμένου·
Ἰσαὰκ γὰρ γεννᾷ τὸν Ησαῦ, Ἠασῦ τὸν Ῥαγουήλ, Ῥαγουὴλ τὸν [*](5 vgl. Gen. 16 — 6 — S vgl. Gen. 25, 1f — 8 Gal. 4, 23 — 8f vgl. Gen. 21,21 — 10 vgl. Gen. 25, 12 — 16 — 14 vgl. Gen. 36, 1. 8 — 16 Eusebius Onomasticon S. 142, 7 KlosteiTQann ; vgl. Panarion h. 55, 1 und de mens, ac pond. 71; S. 204, 51ff Lagarde — 19 — S. 181, 1 Hiob 42, 17 a ff (LXX) u. J. Africanus bei Georgius Cedrenus bist, comp. p. 43; vgl. de mens, ac pond. SO, 8; S. 207, 63ff Lagarde GU M) [*](1 τῆς αὐτοῦ *] τῆς αὐτῆς M τῆς ἀρετῆς καὶ G οἱ τῆς αὐτῆς u. hinter τοὔνομα + ἔχοντες U | τὸ ὄνομα G 1 f Ἀβραμιαῖοι U 2 τοίνυν οἱ < U vor Ἀβραὰμ + τοῖ U | ἐκαλοῦντο < G Μ | τούτω ὑπῆρξαν G U 3 ὁ < | ἦν < G 4 vor πατρὸς + τοῦ U 5 ὑπὸ U 7 εὐδαίμονα + τὴν G λεγομένην] καλουμένην U 8 Ἐμμαδὲμ U | Μαδὲμ G | ὡς ἔφην hinter ὄνομα Ζ. 9 G 9 τοῦτο | * <τὴν ἔρημον> * | Φαρὲς U 11 τῶν1 < Μ 12 1 <δ G M 13 Ἀβραμιαῖοι TJ 14 Ἰσαάκιοι U 15 κειμένην χώραν καὶ *] κειμένης χώρας καὶ ἀνατολικῆς GUM 16 πόλιν] πάλιν GM | τὴν] * 16f τὴν Ῥοκὸμ καὶ Πέτρα < U 16 Ροκὸμ] dieselbe Fonn h. 55, 1 bei Eusebius u. de mens, ac pond. 71; S. 204, 51 Lagarde Ρεκὲμ 19 f ὑφεξαιρουμένου M 21 γὰρ] δὲ M)
Ἰακὼβ δὲ ἀποδιδράσκει ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ διὰ μῆνιν αὐτοῦ κατὰ συμβουλίαν πατρὸς καὶ μητρὸς ἐπὶ τὴν Μεσοποταμίαν Φαδάν, ἐπέκεινα τῆς Μεσοποταμίας Σουβά· ὅς ἄγεται ἐκεεῖθεν τῆς ἰδίας συγγενείας γαμετὰς τέσσαρας τὸν ἀριθμὸν καὶ κυΐσκουσιν αὐτῷ παῖδας δεκαδύο, τοὺς καὶ πατριάρχας ἐπικληθέντας.