Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

παλινδρομοῦντι δὲ αὐτῷ ἐπὶ τὴν Χανανῖτιν γῆν πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα Ἰσαὰκ καὶ μητέρα Ῥεβέκκαν γίνεταί τις αὐτῷ ὀπτασία ἐκ θεοῦ παρὰ τὰς τοῦ Ἰορδάνου διεκβολάς Ἰαβὸκ δὲ τὸν χειμάρρουν καλοῦσιν), ἔνθα που ἐθεάσατο παρεμβολὰς ἀγγέλων.

»καὶ ἰδού, φησίν, ἄνθρωπος ἀφ’ ἑσπέρας καὶ συνεπάλαιεν αὐτῷ ἄχρι τῆς ἕω«, ὃν ἄγγελον ἐπεσημήνατο ἡ γραφή· ὃς κατ᾿ εὐλογίαν δίδωσι τῷ Ἰακὼβ ἀξιώματος ὄνομα τὸ Ἰσραήλ.

διαναστὰς δὲ ἐκεῖθεν Ἰακὼβ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου εἶδος θεοῦ. ἐπειδὴ <δὲ> ὁ πρὸς αὐτὸν διὰ τῆς εὐλογίας »οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ᾿ Ἰσραὴλ κληθήσεται« * καὶ διέστειλε λέγων ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ«, ἀπὸ τούτου τοῦ χρόνου Ἰσραηλῖται καλοῦνται.

2. Καὶ ὁ Ἰσραὴλ μετὰ τὴν τοῦ Ἰωσὴφ εἰς Αἴγυπτον κάθοδον κάτεισι καὶ αὐτὸς σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ υἱῶν τε καὶ ἐκγόνων, γυναικῶν τε τῶν προειρημένων καὶ ἄλλων, ἐν ἑβδομήκοντα ψυχαῖς τὸν ἀριθμόν.

διατρίβει δὲ τὸ γένος τοῦ Ἰσραὴλ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ γενεὰς πέντε. Ἰακὼς γὰρ γεννᾷ τὸν Λευὶ καὶ τὸν Ἰούδαν καὶ τοὺς ἄλλους δέκα πατριάρχας. Λευὶ γεννᾷ τὸν Καάθ, Ἰούδας γεννᾷ τὸν Φαρές· Καὰθ γεννᾷ τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυ- σέα· Φαρὲς γεννᾷ τὸν Ἐσρώμ, Ἐσρὼμ γεννᾷ τὸν Ἀράμ, Ἀρὰμ γεννᾷ τὸν [*](3 vgl. Gen. 27, 42ff — 5ff vgl. Gen. 29 — 7ff vgl. Gen. 32, 22ff — 11 Gen. 32, 24 — 14f vgl. Gen. 32, 30 — 16 Gen. 32, 28 — 17 Gen. 32, 28 — 19 —22 vgl. Gen. 46, Sff; die Zahl 70 Seelen nach Deut. 10,22; dagegen Ancoratus c. 59,2; S. 69, 15 u. haer. 8, 4, 5; S. 189, 29 75 nach Act. 7, 14 — 23 — S. 182, 1 Exod. 6, 16 20 u. Matth. 1, 3f GU Μ) [*](1 Zare in de mens, ac pond. 71 ; S. 207, 64 Lagarde | Ἰωκὰβ U Ἰωβάδ M 2 πρόσθεν G U | πρὸ < G 3 προσώπου < G U 4 διὰ μῆνιν αὐτοῦ διὰ μῆνιν GUM 5 Φαδὰ G | Σουβὰ] Σουσωβὰ ßverständnis der Verbesserung im Archetypus Σουβὰ) UM 7 δεκαδύο + τὸν ἀριθμὸν U 7f πάλιν δὲ δρομοῦντι Μ 10 ἐκβολὰς G 14 τὸ1] τῷ U | vor Ἰακὼβ + ὁ GU 15 <δὲ> *), Sinn vgl. 187, 19 16 vor οὐκέτι + ὅτι GU | ἀλλὰ M | * etwa <Ἰσραὴλ ἐπωνόμασεν> *) 17 καὶ1 < U | ἐνισχύσας Μ 23 χώρᾳ <Μ | Λευὶς + 24 Ἰούδας + δὲ U 25 ἀμρὰμ2 + δὲ M 25f τὸν Μωυσέα, Φαρὲς γεννᾷ <)

182
Ἀμιναδάβ, Ἀμιναδὰβ τὸν Ναασσών.

ἐν χρόνοις Νωυσέως καὶ Ναασ- σῶν πέμπτῃ γενεᾷ κατὰ τὸν Λευὶ ἔξεισιν Ἰσραὴλ ἐκ τῆς Αἰγύπτου διὰ τῆς ἐρυθρὰς θαλάσσης ἐν θεοσημείοις καὶ στρατοπεδεύει ἐν τῇ ἐρήμῳ Σινᾶ.

καὶ χρησμῶν δοθέντων ἐκ θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ ἀριθμήσασθαι ἀπὸ εἴκοσι ἐτῶν καὶ ἕως πεντήκοντα ἄνδρας δυναμένους σπάσασθαι ῥομφαίαν καὶ λαμβάνειν ὅπλα πολεμικά, εἰς ἑξήκοντα δύο μυριάδας καὶ ἀκτακισχιλίους πεντακοσίους ηὗρεν.

ἦν δὲ κατ’ ἐκεῖνο καιροῦ Ἴναχος παρ’ Ἕλλησι γνωριζόμενος, οὗ θυγάτηρ Ἰώ, ἡ καὶ Ἀτθὶς καλουμένη, δι᾿ ἥν καὶ ἡ νῦν Ἀττική· ἐξ ἧς καὶ ὁ Βόσπορος, οὑ ἐπώνυμος πόλις Βόσπορος ἐν τῷ Εὐξείνῳ πόντῳ καλουμένη· καλοῦσι δὲ αὐτὴν Αἰγύπτιοι Ἰσιν, ἥν καὶ ὡς θεὰν προσκυνοῦσιν. ὁμώνυμος δὲ τούτῳ καὶ ποταμός ἐστιν Ἴναχος οὕτω καλούμενος.

ἐκεῖθεν ἀρχὴν ἴσχεν τὰ παρ’ Ἕλλησι μυστήριά τε καὶ τελεταί, πρότερον παρ᾿ Αἰγυπτίοις καὶ παρὰ Φρυξὶ καὶ Φοίνιξι καὶ Βαβυλωνίοιςκακῶς ἐπινενοημένα, μετενεχθένατ δὲ εἰς Ἕλληνας ἀπὸ τῆς τῶν Αἰγυπτίων χώρας ὑπὸ Κάδμου καὶ αὐτοῦ τοῦ Ἰνάχου, Ἄπιδος πρότερον κληθέντος καὶ οἰκοδομήσαντος τὴν Μἐμφιν,