Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ οὐδεὶς πώποτε τῶν προτέρων πρὸ πατρὸς υἱὸς ἐτελεύτα, ἀλλὰ πατέρες πρὸ παίδων τελευτῶντες τοὺς υἱοὺς διαδόχους κατελίμπανον καὶ μή τις λεγέτω περὶ τοῦ Ἄβελ· οὐ γὰρ θανάτῳ ἰδίῳ τέθνηκεν)·
ἐξότε δὲ Θάρρα ἀντίζηλον τῷ θεῷ προεστήσατο διὰ τῆς ἰδίας πηλουργίας τεχνησάμενος, τὰ ὅμοια οἷς ἔπραξαν ἀπὸ τῆς δίκης ἀπείληφε καὶ αὐτὸς παραζηλωθεὶς διὰ τοῦ ἰδίου τέκνου.
ὅθεν θαυμάσασα ἡ θεία γραφὴ ἐπεσημήνατο λέγουσα καὶ ἀπέθανεν Ἀρρὰν ἐνώ πιον [*](D287) Θάρρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ τῆς τῆς γεννήσεως αὐτοῦ‘.
ἕως τούτου ἔμεινε Σκυθική τις διαδοχὴ καὶ ἐπίκλησις. οὔπω δὲ ἦν τις αἵρεσις, οὔπω μηχανή τις ἑτέρα ἢ μόνον » <πρώτη> πορνεία, εἰδώλων«. καὶ ἔνθεν ἐθεοποιήσαντο ἢ κακοδαίμονας τυράννους ἢ γόητας φαντάσαντας τὴν οἰκουμένην, τιμήσαντες τὰ τούτων μνήματα,
καὶ μετέπειτα πολλῷ τῷ χρόνῳ τοὺς περὶ Κρόνον καὶ Δία Ῥέαν τε καὶ Ἡραν καὶ τοῖς ἀμφ᾿ αὐτούς, ἔπειτα δὲ Ἀκινάκην σέβοντες οἵ τε τῶν Σκυθῶν Σαυρομάται Ὄδρυσόν τε τῶν Θρᾳκῶν προπάτορα, ἐξ οὗ τὸ γένος κατάγεται Φρυγῶν· ὅθεν καὶ Θρᾷκες ἀπὸ τοῦ Θήρας ἐπίκλην τοῦ ἐν τῇ πυργοποιίᾳ γεγενημένου καλοῦνται.
περιέστη δὲ [*](1 anders dement. Recogn. I 30 quinta decima generatione ’primo omniwn homines idohim statuoites adoraverunt — 2 die Zahl ist -wohl so entstanden, daß zu den 3202 Jahren, die J. Africanus bis Abraham zählt, die 130 Jahre des Africanus ausgelassenen Kenan hinzugerechnet wurden — 2 f vgl. dement. Recogn. I 31 (doch hier ob incesti crimen) — 9 Gen. 11, 28 — 12 vgl. Weish. Sal. 14, 12 — 13 — S. 179, 5 vgl. anaceph. 3, 2 ff; S. 163, 4 ff — 16 Ἀκινάκης Clemens AI. Protr. 46, 2; I 35, 14 ählin ib. 56, 5; I 49, 15 — 17 Ὄδρυδος u. 18 Φρύγες vgl. Clemens AI. Protr. 13,3; 1 12,9 Stählin — 18 zu Θρᾷκες u. Hippolyt Chronik § 63; S. 52 Bauer; vgl. Panarion h. 39, 8, 3 G U M 1 — 10 Georgius monach. Chron. 93, 3 — 16 de Boor) [*](1 δὲ] μέντοι Georg. | αἰὼν] ἀγὼν U 2 f προτέρων] προγενεστέρων Georg. 3 πρὸ πατρὸς υἱὸς ἐτελεύτα] φαίνεται υἱὸς πρὸ πατρὸς τελευτήσας Georg. 4 τε· λευτῶντες < Georg. | διαδόχους + τῶν πραγμάτων αὐτῶν Georg. | Georg. 5 ἐδίῳ θανάτῳ Georg. | τέθνηκεν + ἀλλὰ βιαίῳ Georg. | ἐξότου, ου aus ε von erster Hand M | δὲ < U 6 ἰδίας] οἰκείας Georg. πλαστουργίας Georg. 7 τεχνησάμενος + εἴδωλα Georg. | ἀπὸ] ἐκ Georg. 8 διὰ] ἀπὸ Georg. | ὅθεν] διὸ καὶ Georg. 10 αὐτοῦ < U 11 Σκυθία M | — ἐπίκλησις] ἡ τῆς διαδοχῆς ἐπίκλησις M | δὲ ἦν < G M 12 <πρώτη> Sal. 14, 12 vgl. S. 187, 16 * u. Klosterm. 13 vor ἔνθεν + μετέπειτα GM nur μετέπειτα U, vgl. Ζ. 1.3 | vor τυράννους + ἢ G 15 vor Δία + τὸν G 19 ἐπίκλην] ἐπικέκληνται, daher καλοῦνται <)
μετηνέχθη δὲ ταῦτα εἰς Ἕλληνας ἀπὸ τῆς ἡλικίας Κέκροπος. καὶ ἦν μὲν κατὰ τοῦτον τὸν καιρὸν Νίνος ἐν Ἀσσυρίοις καὶ Σεμίραμις, σύγχρονοι ὄντες τῷ Ἀβραάμ, Αἰγυπτίων δὲ ἑκκαιδεκάτη | δυναστεία· οἱ ἐν Σικυῶνι P9 δὲ τότε μόνοι ἐβασιλεύοντο, ἡς βασιλείας ἀρχὴ γέγονεν Εὔρωψ.
<Δݲ.>
Καὶ ὀ θεὸς ἐπιλέγεται τὸν Ἀβραὰμ τῷ αὐτῷ χαρακτῆρι τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἐν ἀκροβυστίᾳ πιστὸν καὶ ἐν εὐσεβείᾳ τελειότατον, ἐν γνώσει προφήτην ἐν βίῳ εὐαγγελικὴν κεκτημένον ἀναστροφήν.
οἴκοι γὰρ γέγονε πατέρα τιμῶν, καλούμενος <δὲ> ὑπὸ τοῦ λόγου καὶ τῶν οἰκείων ἀπετάσσετο, πειθόμενος δὲ] τῷ καλοῦντι, ὥσπερ οἱ περὶ Πέτρον καὶ Ἀνδρέαν καὶ Ἰάκωβον καὶ Ἱωάννην.