Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἐμερίσθησαν γοῦν ἐπὶ πᾶσαν τὴν γῆν δεξιά τε καὶ εὐώνυμα, οἱ μὲν παλίνορσοι ὅθεν ἐκβεβήκασιν. ἄλλοι δὲ ἐπὶ τὰ πρόσω τῆς ἀνατολῆς κεχωρηκότες, ἕτεροι δὲ τὴν Λιβύην κατειλήφασιν·
ὡς καὶ περὶ τούτων τὴν ἀκρίβειαν εἴ τις ἐθέλοι καταλαβέσθαι, εὕροι ἄν ἕκαστον τῶν προκεχωρηκότων καθ᾿ ἑκάστην τινὰ πατρίδα πῶς εἴληχε τὸν κλῆρον, ὡς ὁ Μιστρὲμ μὲν διαδέχεται τὸν τῆς Αἰγύπτου κλῆρον , Χοὺς δὲ τὴν Αἰθιοπίδα , Ψοῦς τὰ Ἀξωμιτικὰ μέρη, Ῥέγμα καὶ Σαβακαθὰ καὶ † Θωϋὰν καὶ † Λοὺδ τὰ πρὸς τῇ Γαραμῶν χώρᾳ. καὶ ἴνα μὴ εἰς πολὺ πλάτος ποιήσωμαι τὴν ἐνταῦθα σύνταξιν τοῦ προοιμίου, ἐλεύσομαι πάλιν ἐπὶ τὸ προκείμενον καὶ κατὰ τὴν διαδοχὴν αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας.
<Γݲ.>
Μεταξὺ γοῦν τοῦ Ἔβερ καὶ τοῦ Φαλὲκ καὶ τῆς πυργοποιίας καὶ πρώτης πόλεως μετὰ τὸν κατακλυσμὸν κτισθείσης ἐπ’ αὐτῇ τῇ οἰκοδομῇ ἀρχὴ λοιπὸν συμβουλίας ἀθροισμοῦ καὶ τυραννίδος γίνεται. [*](2 vgl. Gen. 11 — 2 —15 vgl. Panarion h. 39, 8 — 4 f vgl. S. 164, 7 u. de mens, ac pond. S. ISO, 53 Lagarde — 7 vgl. lib. Jiib. 10, 26 Littmann — 10 f vgl. Ancoratus c. 113; S. 20 —23 — 13 vgl. Gen. 10, 6 f lib. Jub. 9, Iff Litt- mann — 20 ff Gen. 10, 8 —12; vgl. Theophilus ad Autol. H 31; S. 144 Otto dem. Hom. IX 4 ff; S. 94, 3 ff Lagarde G U M Chron. pasch, (bis Ζ. 7)) [*](1 ἀπὸ Εὐρώπης εἰς Ἀσίαν κεκλικότος? * 2 δὲ < Chron. pasch. 4 ἀνομίας Chron. pasch. | μιᾶς + γλώσσης Chron. pasch. 5 ἀριθμὸν hinter κατὰ τὸν Chron. pasch. 6 εὑρεθέντων Chron. pasch.] εὑρεθέντα GUM |. αὐτοὶ Chron. pasch. 11 εἴ τις] ἥτις G | δἄν G U | προκεχωρηκότων *] προσκεχωρηκότων GUM 13 Μιστρὸμ M 14 Αἰθίοπα V | Ψοῦς] Φοὺθ Gutschmid; aber dieselbe Form Pan. h. 39, 8, 5 | Ἀξωματικὰ U Αὐξωμαιτικὰ M 15 † Θωϋὰν καὶ † Λοὺδ] Δωυδὰν <ὁ> καὶ Ε;, vgl. Hippolyt § 107 (Gutschmids Θαμυδὴν st. Θωϋὰν ist zu künstlich) | Ἐλοὺδ U 18 am Β M 21 vor πρώτης + τῆς U 22 nach γίνεται + Νεβρώθ U)
ἐξ οὗ Ἀσοὺρ γεγέννηται. τούτου ἡ βασιλεία ἐν Ὀρὲχ γεγένηται καὶ ἐν Ἀρφὰλ καὶ Χαλαννῃ· κτίζει δὲ καὶ τὴν Θειρὰς καὶ τὴν Θοβὲλ καὶ Λόβον ἐν τῇ Ἀσσυρίων χώρᾳ. τοῦτόν φασι παῖδες Ἑλλήνων εἶναι τὸν Ζωροάστρην, ὃς πρόσω χωρήσας ἐπὶ τὰ ἀνατολικὰ μέρη οἰκιστὴς γίνεται Βάκτρων.
ἐντεῦθεν τὰ κατὰ τὴν γῆν παράνομα διανενέμηται· ἐφευρετὴς γὰρ οὑτος γεγένηται κακῆς διδαχῆς, ἀστρολογίας καὶ μαγείας, ὥς τινές φασι περὶ τούτου τοῦ Ζωροάστρου· πλήν, ὡς ἡ ἀκρίβεια περιέχει, τοῦ Νεβρὼδ τοῦ γίγαντος οὗτος ἦν ὁ χρόνος, πολὺ δὲ ἀλλήλων τῷ χρόνῳ διεστήκασιν ἄμφω, ὅ τε Νεβρὼδ καὶ ὁ Ζωροάστρης.