Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἐνήργει δὲ τότε εὐσέβειά τε καὶ ἀσέβεια, πίστις καὶ ἀπιστία· πίστις μὲν ἐπέχουσα τοῦ Χριστιανισμοῦ τὴν εἰκόνα, ἀπιστία δὲ ἐπέχουσα ἀσεβείας τὸν χαρακτῆρα καὶ παρανομίας, ἐναντία τοῦ κατὰ φύσιν νόμου, ἕως τοῦ προδεδηλωμένου χρόνου.
πέμπτῃ τοίνυν γενεᾷ μετὰ τὸν κατακλυσμόν, πληθυνόντων ἄρτι τῶν ἀνθρώπων ἀπὸ τῶν τριῶν υἱῶν τοῦ Νῶε, κατὰ διαδοχὴν παίδων παῖδες καὶ τούτων παῖδες γεγόνασιν ἐβδομήκοντα δύο τὸν ἀριθμὸν ἐν κόσμῳ ἀρχηγέται καὶ κεφαλαιωταί.
ἐπεκτεινόμενοι δὲ καὶ πρόσω βαίνοντες ἀπὸ τοῦ Λουβὰρ ἄρους καὶ ὁρίων τῆς Ἀρμενίας τουτέστιν Ἀραρὰτ τῆς χώρας γίνονται ἐν πεδίῳ Σεναάρ, ἔνθα που * ἐπελέξαντο· | κεῖται D285 δὲ αὕτη ἡ Σεναὰρ νυνὶ ἐν χώρᾳ τῇ Περσίδι· ἦν δὲ πάλαι Ἀσσυρίων.
ἐκεῖσε τοίνυν συνδυάσαντες συμβούλιον λαμβάνουσι μετ᾿ ἀλλήλων πύργον καὶ πόλιν οἰκοδομῆσαι· ἀπὸ δὲ τοῦ κλίματος τοῦ πρὸς [*](5 Gen. 1, 26 — 13 —176, 15 vgl. Ancoratus c. 12 ff Panarion h. 66, 83 dazu V. Gutschmid, Kl. Sehr. V 604 ff — 17 —19 liber Jub. 10, 19 Littmann — 19 f vgl. lib. Jub. 10, 26 Littmann — 22 f vgl. oben Anaceph. 2, 2; S. 162, 14 ff u. de duod. gemmis 36 CSEL 3511 S. 753, 14 ff Günther Scythiam vero soliti veteres appellare cimdam septentrionalem plagani, tibi sunt Gothi et Dauni, Uenni et Arii (die Änderung in Abu ist falsch) usque ad Germanorum Amazonarumque regionem GU M 13 —19 Chronicon pasch. 26 A; S. 45, 5 —12 Dindorf 19 — S. 176, 7 Chron. pasch. 26 B ; S. 45, 14 — 46, 1 Dindorf) [*](4 <ἦν> * 6 ἀλλ’ ὅτι] ἀλλὰ GU 7 ἐδείκνυτο < U 10 τε < Μ 13 ἕως + τούτου GU 14 κατακλυσμὸν + τουτέστιν ἀπὸ Αρφαξὰδ ἕως τοῦ Φαλέγ Chron. pasch. 15 παῖδες < Chron. pasch. 16 τούτων παῖδες < U 18 ἀπὸ < Chron. pasch. | Λοῦβερ M 19 | * <οἰκεῖν> * 20 Σενναὰρ GU | ἐν χώρᾳ τῇ Περσίδι] ἐν τῇ Περσῶν Chron. pasch. | ἦν δὲ + τοῦτο GUM < Chron. pasch. 21 καὶ ποιησάμενοι Chron. pasch.)
κτίζουσι δὲ τὴν πυργοποιίαν καὶ οἰκοδομοῦσι τὴν Βαβυλῶνα. καὶ οὐκ ηὐδόκησεν ὁ θεὸς ἐπὶ τῷ ἔργῳ τῆς αὐτῶν ἀνοίας· διεσκέδασε γὰρ αὐτῶν τὰς γλώττας καὶ ἀπὸ μιᾶς εἰς ἑβδομήκοντα δύο διένειμεν κατὰ τὸν τῶν τότε ἀνδρῶν ἀριθμὸν εὑρεθέντων, ὅθεν καὶ Μέρο πες οὗτοι κέκληνται διὰ τὴν μεμερισμένην φωνήν, καὶ τὸν πύργον ἀνέμων βολὴ κατέστρεψεν.