Constantini imperatoris oratio ad coetum sanctorum
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Kαὶ μὴν ὁ τοῦ θεοῦ παρακαλεῖ παῖς πρὸς τὴν ἀρετὴν ἄπαντας, διδάσκαλον ἑαυτὸν τοῖς εὖ φρονοῦσιν τῶν τοῦ πατρὸς παραγγελμάτων καθιστάς· εἰ μὴ ἄρα λανθάνομεν ἑαυτοὺς κακῶς ἀγνοοῦντες, ὅτι διὰ τὸ ἡμῖν συμφέφον τουτέστιν διὰ τὴν τῶν ἀνθρώ- πων μακαριότητα τὴν ηῆν περιενόστησε, καὶ καλέσας ὡς ἑαυτὸν τοὺς ἀρίστους τῶν τηνικαὐτα βιωφελῆ παιδείαν ἐπαίδευσε, σώφρονος τοῦ ἐκ τῆς ἀντικειμένης φύσεως φθόνου, ᾦ δελεάζειν καὶ ἐξαπατᾶν τοὺς ἀπείρους προσφιλές.
τοιγαροῦν νοσοῦντας μὲν ἐπεσκέπτετο, ἀρρύστους δὲ τῶν περιεχόντων κακῶν ἐκούφιζε, παρεμυθεῖτο δὲ καὶ τοὺς εἰς τοὔσχατον πενίας τε καὶ ἀπορίας προβεβηκότας, ἐπῄνει δὲ τὸ μετὰ λόηου τῆς φρονήσεως μέτριον, φέρειν τε γενναίως καὶ ἀνεξεκάκως παντοίαν μὲν ὕβριν παντοίαν δὲ καταφρόνησιν προςέ- ταξε, διδάσκων ἐπίσκεψίν τινα τοῦ πατρὸς εἶναι τοιαύτην, ὥστε ἀεὶ νικᾶν τοὺς μεγαλοψύχως φέροντας τὰ προσπίπτοντα. ταύτην γὰρ ὑπερφυῶς ἐξοχωτάτην ἰσχὺν εἶναι διεβεβαιοῦτο, στερρότητα διανοίας μετὰ φιλοσοφίας, ἥτις ἐστὶ τοῦ ἀληθοῦς καὶ τοῦ ἀγαθοῦ γνῶσις, ἐθίζουσα καὶ τοὺς μετὰ δικαιοςύνης πλουτοῦντας κοινωνεῖω τῶν παρόντων τοῖς πενιχροτέροις φιλανθρώπῳ διανεμήσει, δυναστείαν παντὶ τρόπῳ κωλύων, δεικνύς τε ὅτι, ὥσπερ μετρίοις προςῆλθεν, οὕτω μετρίους καταλείψει τοὺς ἀφέντας χαριζόμενος, καὶ ὅτι τῷ τῶν ἀνθρώπων γένει τὸ προοίμιον τοῦ ζῆν ἀπό τε ἐνδείας καὶ γυμ- νότητος, καὶ ἡ τελευτὴ ὡσαύτως εἰς ἔνδειαν ἀποτελευτᾷ καὶ γυμνό- τητα, μόνην φάσκων εἶναι πάσης ἀξίαν ἐπιμελείας τὴν ἀρετήν. ταύ- [*](16 vgl. Mt. 8, 16. – 20 vgl. Mt. 5, 10ff. – 25 vgl. Mt. 19, 21.) [*](3 περιγίνεται V | 7 ἀξίαν V, εὐεξίαν JMA, εὐεργεςίαν Ε | 9 πατρὸς V, σρς (oder σωτῆρος) JMAE | 10 nach παραγγ. wieder ἑαυτὸν V | λανθάνωμεν V | 13 τηνικάδε ΑΕ | βιωφελῆ V, βιοφελῶν JMAE | 14 ἄντικρυς V, ἀντικρὺ JMAE | 15 nach δελεάζειν + μὲν ΑΕ | 18 ἀπορίας] ἀπονοίας J | 19 λόγου καὶ φρ. Wil. | 21 ἐπίσκεψιν ΑΕ, ἐπίσκηψιν V, auch J, aber η auf Ras. | 26 πενιχρωτέροις Ε | 28 ἀφέντας χαριζόμενος ΗSS falsch, ἀφθόνως χαριζομένους? Ηkl, die Stelle sehr dunkel | καὶ ὅτι – 175, 11 ἴχνη < ΜΑΕ | 30 nach τελευτὴ + V (so Wil.))