Constantini imperatoris oratio ad coetum sanctorum
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
τοιαύτῃ δὴ καὶ τοσαύτῃ πείρᾳ δοκιμάσας τὴν πίστιν τῶν ὑπηκόων δήμων παρ- εσκεύαζεν αὐτοὺς οὐ μόνον τῶν δεινῶν τε καὶ φοβερῶν καταφρο- νητάς, ἀλλὰ καὶ τῆς εἰς αὐτὸν ἐλπίλος γνησιωτάτους μαθητάς. καὶ δή ποτε λίαν εἴξαντα θυμῷ τινα τῶν ἑταίρων καθαπτόμενος λόγοις κατέστειλεν· ἐτύγχανε δ’ ἐκεῖνος ξεφήρη τινὰ ἐπιφοιτῶντα ἑαυτῷ ξίφει πειρύμενος ἀμύνεσθαι, ὡς μὴ παρούσης αὐτῷ τῆς τοῦ σω- τῆρος ἐπικουρίας· τοῦτον δὴ μένειν κατὰ σχολὴν ἐκέλευσε καὶ μεθ- ιέναι τὸ ξίφος, ἐγκαλῶν ὡς ἀπελπίσαντι τῆς πρὸς αὐτὸν κατα- φυγῆς, νομοεθετῶν δὲ διαρρήδην πάντα τὸν ἀδίκων χειρῶν κατ- άρξαντα ἢ πρὸς τὸν καταρξάμενον ἀδικεῖν ἐπιχειρήσαντα ξίφει τε χρηςάμενον ἐπολεῖσθαι βιαίως.
ἥδε ἐστὶν ὡς ἀληθῶς ἡ οὐράνιος σοξία αἱρεῖσθαι τὸ ἀδικεῖσθαι πρὸ τοῦ ἀδικεῖν, καὶ γενομένης ἀ- τάγκης ἑτοίμως ἔχειν κακῶς πάσχειν μᾶλλον ἢ ποιεῖν· μεγέστου γὰρ ὄντος τοῦ ἀδικεῖν κακοῦ, οὐχ ὁ ἀδικούμενος ἀλλ’ ὁ ἀδικῶν τῇ μεγέστῃ περιβέβληται τιμωρίᾳ. τῷ δ’ ὑπηκόῳ τοῦ θεοῦ ἐξῆν μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, θαρρήσαντι τῇ προσταςίᾳ τοῦ παρόντος καὶ ἐπικουροῦντος ἀεὶ θεοῦ πρὸς τὸ μηδένα τῶν ὑπηκόων αὐτοῦ βλα- βῆναι. πῶς δ’ἂν αὐτὸς ἑαυτῷ τὰ κάλλιστα συνεβούλευσεν, ἢ οἶον παραιτηςάμενος τὴν τοῦ θεοῦ βοήθειαν ᾠήθη δεῖν αὐτὸς ἑαυτῷ βοηθεῖν; μάχη δ’ ἦν μεταξὺ δυοῖν καὶ ἀμφίβολον τὸ τῆς νίκης· οὐδεὶς δ’ εὖ φρονῶν τὰ ἀμφίβολα πρὸ τῶν ἀραρότων προαιρεῖται. πῶς δὲ ἔμελλε περὶ τῆς τοῦ θεοῦ παρουςίας καὶ βοηθείας ἀμφιβάλ- λειν ὁ τοσούτων μὲν ἐν πείρᾳ γενόμενος κινδύνων ἀεὶ δ’ εὐκερῶς [*](15 ff. vgl. Mt. 26, 51ff. — 23 vgl. Plat. Kriton 48 Dff., Gorg. 469 B.) [*](7 ἔργων J | 16 ἐπιφοιτῶντα V, ἐπιφοιτῶν J, ἐπιφοιτῶν τὴν ΜΑΕ | ἑαυτῶ V, ἑαυτοῦ JMAE | 17 ξίφει — παρούσης αὐτῶ <JMAE | 20 τὸν JA, τῶν VME | προ- κατάρξαντα J | 26 τιμωρίᾳ] πονηρία V | ἐξεῖν V | 28 ἀεὶ ν, αὐτῷ JMAE | 29 τὰ κάλλιστα – 30 αὐτὸς ἑαυτῶ < ΜΑΕ | 31 δυεῖν V | 33 ἀμφιβάλλειν, ειν auf Ras., v.)