Constantini imperatoris oratio ad coetum sanctorum
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
ἡ δὲ σύγχυσις τῶν πάντων πῶς οὐ γελοῖον, ἀποκρυπτομένης τῆς τοῦ θείου τιμιότητος τῇ πρὸς τοὺς ἀνθρώπους καὶ τά γε θηρία συγκρίσει; ἔφεσις δὲ δυναστείας ἀντιρρό- που θεοῦ δυναστείᾳ πῶς οὐ μαινομένων ἐστὶν ἀνθρώπων ἀπεστραμ- μένων τε τὸν σώφρονα καὶ ἐνάρετον βίον; εἰ γὰρ ὅλως τῆς θείας εὐτυχίας ἀντιποιούμεθα, χρὴ τὸν βίον διάγειν κατὰ τὴν τοῦ θεοῦ κέλευσιν. οὕτω γὰρ ἐν μοναῖς ἀθανάτοις καὶ ἀγήροσι κρείσσους πάσης εἱμαρμένης διάζομεν τὸν βίον, κατὰ τὸν ὑπὸ θεοῦ νόμον ὁρισθέντα βιύσαντες.
μόνη γὰρ ἀντίρροπος θεοῦ δυνάμεως ἀνθρω- πίνη δύναμις ἡ εἰλικρινὴς καὶ ἄδολος πρὸς τὸν θεὸν λατρεία καὶ ἡ εἰς αὐτὸν ἐπιστροφή, θεωρία τε καὶ μάθησις τῶν ἀρεσκόντων τῷ [*](4 Mt. 25, 41. –12 vgl. Plat. Phaidr. 248 A ff.) [*](3 ἐκδικάζουσα Ηkl, ἐκβιάζουσα V | 4 αὐτὰς Ηkl, oὕτως V | 5 ἀσεβὲς Ηkl, ἀσμενὲς V | 10 τυγχάνει οὖσα VJ, τυγχάνουσα ΜΑΕ | 15 μανίας u. τῆς τελεω- τάτης JMAE | 16 nach ἀρχὴ + τις JMAE | 20 ὅμοια Val., μανία ΗSS | τοῦ Ν!, τῶ VJMAE | 21 ἐκείνου V, ἐκείνω JMAE | νομίζοιτο VJ, ἁρμόζοιτο ΜΑΕ | ἀλλ’ ἐκείνων J | | 24 τῇ Ν!, τῆς V, < JMAE | 25 καὶ Ν! εἰ VJMAE | συγκρίνοι ΑΕ | ἔφισης V | ἀντιρρόπου Ηkl, ἀ — ος HSS | 26 ἐστὶν ἀνθρ. (?) JMAE | 29 ἐν + Ηkl | ἀγήρωσι VJ, ἀγείροσι Μ.)