Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Οὐ μὴν ἀλλὰ καὶ ὅσους οὐ βουλομένους νῆσοι κατέχουσιν τῆς προμηθείας ταύτης ἀπολαῦσαι προοτόττομεν, ὅπως οἱ μέχρι νῦν ὀρῶν τε δυσχωρίαις καὶ περιρρύτῳ περικεκλεισμένοι θαλάσσῃ τῆς σκυθρωπῆς τε καὶ ἀπανθρώπου ἐρημίας ἐλευθερωθέντες τοῖς φιλτάτοις σφᾶς αὐτοὺς ἀποδοῖεν, τὸν εὐκταῖον πόθον πληρώοαντες· οἳ πενιχρὰν ἐπὶ πολὺν χρόνον ςωὴν μετά τινος ἀποτροπαίου ῥύπου διῆγον, οἶον ἅρπαγμα τι τὴν ἐπάνοδον ποιηοάμενοι, καὶ τῶν φροντίδων εἰς τὸ λοιπὸν ἀπηλλαγμένοι, μὴ μετὰ φόβου σὺν ἡμῖν βιῷεν.
[*](6 ff.: vgl. Sozom. H.E. 1,8.)[*](1 τὸ + Wil. Ι αἰδοιότατον VA, ἀτοπωτάτων MB, ἀτοπώτερον J, FHL | τοῖς] τοὺς V Ι 2 τῆς] τῆς, aber ἢ auf Ras., L, τοῖς FH | 4 nach λαμπρότερον + τι VJMBA Ι 5 σχ·ῆμα < VJMBA Ι αὐτῶν VA, αὐτῶ JMB, αὐτῶν < FHL Ι παρεῖδον + τιμὴν καὶ JMBA Ι 8 γνώσεσιν FL, γνώσεσι H, γνώμαις VJMBA 10 συγκατηριθμ. FHL, συνκατηριθμ. V, συνηριθμήθησαν JMBA Ι 11 οὐτοι + vor χωρίοις VJMBA Ι τε FHL, τοῖς VJMBA Ι πατρίοις VMBA Ι ἀποκαταστήσαντες MB u. dann + ἑαυτοὶ Μ Ι 12 τὰ + vor χαριστ. VJMBA Ι 13 ἐστέροντο FHL, ἐστέρηντο V, ἐστέρηνται JMBA Ι 14 καταπεπηγότες FHL, καταπονηθέντες VJMBA Ι 15 τε FHL, καὶ οὗτοί VJMBA Ι γενέσεσι VJMBA Ι 16 ἀπολαύοιεν FHL, ἀπολαιόντων V, ἀπολαίσουσι(ν) JMBA Ι 17 ὅσοις MB, ὅσοις, υ auf Ras., J Ι Wortfolge νῆσοι οὐ βουλ. V Ι 18 προστόττομεν] πράττομεν V Ι nach ὅπως + μόλις ποτε L, vielleicht richtig Ι 19 ὀρῶν τε] όρῶνται FH, dann c. 10 Buchst, aus- radiert in H Ι περικεκλεισμένοι FHA, aber σ über der Zeile L, περικεκλεισμένη J, κεκλεισμένοι A Ι 20 nach σκυθρ. < τε VJMBA Ι τοῖς — πληρώσαντες < B Ι αὐτοὺς < Μ Ι ἀποδοῖεν FHL, ἀποδῶεν VJMBA Ι 22 nach οἵ + τε VJMBA, Wil. Ι ἀποτροπαίου VJMBA, προστροπαίου FHL Ι 24 μὴ — βιῷεν <)μετὰ φόβου γὰρ ὑφ᾿ ἡμῖν βιοῦν, οἳ θεοῦ θεράποντες εἶναι αὐχοῦμέν τε καὶ πιστεύομεν, καὶ εἰς ἀκοὴν ἐλθεῖν μόνον τῶν ἀτοπωτάτων ἂν εἴη, μήτι γε δὴ καὶ πιστεῦσαι· οἳ καὶ τὰς ἀλλοτρίας ἁμαρτίας διορθοῦν πεφύκαμεν.“
,,Ὅσοι γε μὴν ἢ μοχθηραῖς μεταλλείαις ἐμπονεῖν κατεγνώσθησαν ἢ τὰς πρὸς τοῖς δημοσίοις ἔργοις ὑπηρεσίας πληροῦν, τῶν διαρκῶν μόχθων τὴν γλυκεῖαν σχολὴν ἀμειψάμενοι κουφότερον καὶ τὸν μετ᾿ ἐξουσίας ἤδη βιούντων βίον, τὰς ἀμέτρους τῶν πόνων ἀηδίας εἰς πραεῖαν ἄνεσιν καταλύσαντες. εἰ δὲ καὶ τῆς κοινῆς παρρησίας ἀποπεσόντες ὑπάρχοιέν τινες καὶ δυστυχήσαντες ἀτιμίαν, μετ᾿ εὐφροσύνης τῆς προσηκούσης, οἷον ἀποδημίᾳ τινὶ χρονίῳ ἐχωρίσθησαν, τὴν προτέραν ἀξίαν ἀναλαβόντες ἐπὶ τὰς αὐτῶν ἐπειγέσθωσαν πατρίδας.“
„Οὐ μὴν ἀλλὰ καὶ τοῖς ἐξετασθεῖσι μὲν ἐν στρατιωτικαῖς ἀξίαις ποτέ, τούτων δὲ δι᾿ ἀπηνῆ τε καὶ ἄδικον πρόφασιν ἐκπεσοῦσιν , ὅτι τὸ γινώσκειν τὸ κρεῖττον ὁμολογοῦντες προτιμότερον ἦς εἶχον ἀξίας ἦγον, ἔστω πρὸς βούλησιν ἢ τὰ στρατιωτικὰ στέργουσιν ἐφ᾿ οὗπερ ἦσαν σχήματος μένειν, ἢ μετὰ ἀφέσεως ἐντίμου ἐλευθέραν ἄγειν σχολήν· πρέπον γὰρ ἂν εἴη καὶ ἀκόλουθον τὸν τοσαύτην μεγαλοψυχίαν καὶ καρτερίαν πρὸς τοὺς ἐπενεχθέντας κινδύνους ἐπιδειξάμενον καὶ σχολῆς, εἰ βούλοιτο, καὶ τιμῆς πρὸς τὴν αἵρεσιν ἀπολαύειν.“