Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὗτος δὲ αὐτὸς ὁ θεὸς ἡμῶν, ἅτε τυγκάνων θεοῦ λόγος ‟ κρίσιν ” φησὶν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.” κατὰ γὰρ τὸν Ψαλμὸν φήσαντα ‟ ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, δι’ ἧς εἴρηται ‟ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ,” παρὰ τοῦ πατρὸς τὴν τοῦ κρίνειν εἰληφὼς ἐξουσίαν, δικαιοσύνῃ κρίνων, τῷ μὲν ἐκ περιτομῆς λαῷ τὴν προσήκουσαν τῶν εἰς αὐτόν τε καὶ τοὺς αὐτοῦ προφήτας τετολμημένων δίκην ἀποδέδωκε, πάντας δὲ ἀπαξαπλῶς ἀνθρώπους τοὺς αὐτῷ προσιόντας ἐξ ἴσου κατὰ τὸ δίκαιον ἀνεσώσατο · ὧν τὰ ὦτα τῆς διανοίας καὶ τοὺς ὀφθαλμοὺς ἀνέῳξεν. [*](21 Ps. 71, 1. 23 Jo. 5, 22.)

v.3.p.606

διὸ καὶ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ καιρὸν ἀνταποδόσεως ὁ θεῖος ἀποκαλεῖ λόγος, ἐν ἑτέροις φάσκων ‘‘καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν d ἀνταποδόσεως.”

οὗτος δὲ ἦν καιρὸς τῆς ἀνταποδόσεως καθ’ ὃν πᾶν αἷμα ἐκχυθὲν ἀπὸ αἵματος Ἀβελ ἴως αἵματος Ζαχαρίου, καὶ αὐτοῦ γε τοῦ τιμίου αἵματος Ἰησοῦ, ἐκδεδίκηται ἀπὸ τῆς γενεὰς τῶν εἰς . αὐτὸν πεπλημμεληκότων, ὡς ἐξ ἐκείνου τὸν ἔσχατον αὐτοὺς ὑπομεῖναι ὄλεθρον καὶ τὴν ἐσχάτην πολιορκίαν.

καὶ ἡ μὲν κατ’ ἐκείνους κρίσις τοιαύτην ἐποιήσατο κατ’ αὐτῶν τὴν ἀνταπόδοσιν διό φησιν ἡ προφητεία ‟ ἰδοὺ ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει.” ἡ δὲ περὶ τῶν δί’ αὐτοῦ σωθησομένων ἐξῆς δηλοῦται διὰ τοῦ ‟ αὐτὸς ἥξει καὶ σώσει ἡμὰς · τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται” καὶ τὰ ἐξῆς.

ταύτην δὲ τὴν σωτήριον κρίσιν καὶ ἄλλη προφητεία ἐξοίσειν τὸν Χριστὸν ἐπαγγέλλεται φάσκουσα ‟ ἰδοὺ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.’

διὸ καὶ περὶ τοῦ λόγου τῆς καινῆς διαθήκης εἴρηται ‟ ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. κρίσει γὰρ θείᾳ καὶ λόγοις ἡμῖν ἀρρήτοις καὶ τὰ τῆς κλήσεως τῶν εἰς αὐτὸν ἐπισ·τρεφόντων εἰκὸς αὐτὸν ἐνεργεῖν. ἀλλὰ καὶ τὴν θείαν διδάσκων ἡμᾶς κρίσιν, καὶ πάντα κεκριμένως ἡμᾶς πράττειν παιδεύων, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσειν λέγεται.

[*](3 Es. 61, 2. 18 Es. 41, 1. 22 Mic. 4, 2)
v.3.p.607
  • Ἀπὸ τοῦ αὐτοῦ.