Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ ἔπρεπέ γε νῦν γοῦν, εἰ καὶ ἄλλοτε, θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτε καὶ ἔργα θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο. θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκροὺς, σωτηρίαν τε ἀσθενοῦσι παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν [*](2 Es. 35, 3.)

v.3.p.604
καὶ κωφῶν ὡσαύτως ἀκοὰς ἰᾶσθαι, χωλούς τε ἀνορθοῦν, , καὶ τοὺς τὴν γλῶτταν δεδεμένους εὐλάλους ἀποκαθιστᾶν, ἅπερ ἅπαντα ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέπρακται, οἶα ὑπὸ θεοῦ, καὶ μεμαρτύρηταί γε ὑπὸ πλειόνων τῶν καθ’ ὅλης τῆς οἰκουμένης κηρυξάντων αὐτόν.

ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦται διὰ βασάνων πεῖρα καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βασιλέων ἀρχόντων τε καὶ ἡγεμόνων καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ’ αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες.

τούτοις δὲ αὐτοῖς ἡγοῦμαι τοῖς εὐαγγελισταῖς αὐτοῦ καὶ ἀποστόλοις ἐπιφωνεῖν τὸ πνεῦμα τὸ προφητικὸν τὰ ἀπὸ τοῦ ‟ ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα.’ ἐπεὶ γὰρ τὰς χεῖρας καὶ ἴ’ τὰς πρακτικὰς δυνάμεις οὗτοι τάς τε βάσεις καὶ τὴν πορείαν ἀπὸ τῆς μακρᾶς περιόδου τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴνκατὰ τὸ εὐαγγέλιον πολιτείαν, ‟ ἰσχύσατε φησὶ χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα,” εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ εὐαγγέλιον δρόμου.

ἰσχύσατε δὲ καὶ εἰς τὸ παρακαλεῖν ἑτέρους καὶ παρορμᾶν ἔχεσθαι τῆς εὐαγγελικῆς σωτηρίας ὑμεῖς οἶ τὸ πρὶν ὀλιγόψυχοι, καὶ μή τις ὑμᾶς αἱρείτω φόβος τῶν ἔξωθεν ἀνθισταμένων τῷ εὐαγγελικῷ κηρύγματι, ἀλλὰ καὶ πρὸς τούτους ἰσχύσατε, καὶ μὴ φοβεῖσθε.

θεὸς γὰρ ἦν καὶ θεοῦ λόγος, ἀλλ’ οὐ Μωσεῖ τις παραπλήσιος, οὐδέ τις τοῖς προφήταις ὅμοιος, οὐ μόνον τῶν παραδόξων ποιητὴς θαυμάτων, ἀλλὰ καὶ ὑμῖν αὐτοῖς τῆς ἰσχύος γεγονὼς αἴτιος.

πίστις δ’ ἂν γένοιτο ἐναργεστάτη τῆς τοῦ προφητευομένου σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι’ ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς καὶ λεπροὺς καὶ παρειμένους ἰάσατό

v.3.p.605
ποτε λόγῳ κατὰ τὰς περὶ αὐτοῦ γραφὰς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετὴ, δι’ ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε τοῖς οἵοις τε συνορᾶν ἐπιδείνυται, ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς καὶ ἀνίκητος καὶ ὡς ἀληθῶς θεοῦ λόγος ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἅπα σὴς τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν· εὐσεβῆ διδασκαλίαν αὑτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ γνῶσιν ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων θεοῦ.