Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Τότε φανεροὶ ἔσονται οἶ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ. ἰδοὶ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιῶν. καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς, ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἱ ἐκ τῆς κοιλίας φωνοῦσιν · οὐκ ἔθνος πρὸς θεὸν αὑτοῦ ; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν.”

Ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς ὁ ἀπόστολος τὴν φάσκουσαν λέξιν ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός, ” ἐπεξεργάζεται περὶ τοῦ Χριστοῦ λέγων ‟ ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.”

παῖδας δὲ αὐτοῦ ἐν τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ’ ὧν σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν τὸν κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιῶν, διδάσκει, τούτους δὲ αὐτοὺς φανεροὺς ἔσεσθαι συνήθως ἡμῖν τὰ πρόσωπα σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μώσεως νόμον μανθάνειν, τῷ μηκέτι συνεστάναι αὐτὸν, καὶ τῷ τὸν καλούμενον Ἰακὼβ καταλελεῖφθαι τοῦ θεοῦ.

ἀσαφῶς δὲ παρὰ τοῖς ἑβδομήκοντα εἰρημένον ‟ τότε [*](2 Es. 8, 16. 16 Heb. 2, 13.)

v.3.p.608
φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ” σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν ‟ δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διατάγμασί μου. καὶ προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ἀναμενῶ αὐτόν.”

καὶ ὁ Ἀκύλας δὲ τοῦτον καὶ αὐτὸς ἐξέδωκε τὸν τρόπον ‘‘ἔνδησον μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου. καὶ προσδέξομαι τὸν θεὸν τὸν ἀποκρύβοντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ὑπομενῶ αὐτόν.” ταῦτα δ’ οὖν οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι διδάσκονται ποιεῖν. οἷς ἑξῆς ἐπιλέγει ‟ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.”

κατοικήσας δὲ ὁ κύριος Σαβαὼθ, ὁ τοῦ θεοῦ λόγος, ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, καὶ τὰς διατριβὰς πεποιημένος ἐν τῷ ὄρει Σιῶν, σημεῖά τε καὶ τέρατα διαπραξάμενος, ὁμοῦ τοῖς αὑτοῦ μαθηταῖς καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἀπάντων τῶν πρὶν εἰδωλολατρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισιδαίμονα πλάνην· ἀλλ’ εἰ καὶ παρασαλεύοιεν αὐτοὺς ἢ καὶ ἀναγκάζοιεν οἶ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν τοὺς ἐγγαστριμύθους καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια καὶ κατ’ οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀποκρίνεσθαι καὶ λέγειν διδάσκει ‟τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκε καὶ τὰ τούτοις ἀκόλουθα. τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ

v.3.p.609
ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας.

  • Ἀπὸ τοῦ αὐτοῦ.