Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τοῦτο μὲν οὖν πρῶτον ἡμῖν καλῶς ἔδοξεν ἐπισημήνασθαι, καταλιπεῖν τε τοῖς ἐντυγχάνουσι τὴν τοῦ ζητηθέντος ἀκριβῆ λύσιν. εἰ δὲ χρὴ καὶ ἡμὰς τὸ ἐπεισιὸν μὴ ἀποκρύψασθαι, φημὶ καθ’ ἑτέραν διάνοιαν ἤτοι ἐκδοχὴν τὸν ἐν τῇ προκειμένῃ γραφῇ δηλούμενον χριστὸν ἡγούμενον, κατὰ τὰ ἀπὸ ἐξόδου λογου, τοῦ ἀποκριθῆναι καὶ τοὐ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου, οὐκ ἄλλον εἶναι τοῦ καταλόγου τῶν μετὰ τὴν προφητείαν καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ἡγησαμένων τοῦ λαοῦ ἀρχιερέων, οὓς χριστοὺς ἔθος ἀπο- καλεῖν τῇ γραφῇ.
μόνους γὰρ τούτους καθηγήσασθαι τοῦ ἔθνους, ἀρξαμένους ἀπὸ Ἰησοῦ τοῦ
οἶμαι γοῦν τὸν μεταξὺ χρόνον τῆς τού- τούτων προστασίας, καθ’ ὃν ἡγήσαντο, δηλοῦσθαι διὰ τοῦ “ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκο- δομῆσαι Ἰερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου, ἐβδο- ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἐξηκονταδύο ’ τῶν ἐτῶν δὲ — τὰς ἑβδομάδας συναγομένας εἰς ἔτη τετρακόσια ὀγδοή- κοντα τρία ἀπὸ τῆςΚύρου βασιλείας ἐπὶ τὴν Ῥωμαίων παρεκτείνεσθαι ἀρχὴν, καθ’ ἣν Πομπήιος Ρωμαίων — στρατηγὸς ἐπιστὰς τοῖςἹεροσολύμοις εἷλε μὲνπολιορ- κίᾳ τὴν πόλιν, τὸ δὲ πὰν ἔθνος δοῦλον Ῥωμαίοις κατεστήσατο, ὡς καὶ φόρους ἐξ ἐκείνου τελεῖν καὶ τοῖς Ῥωμαίων πειθαρχεῖν ἐπιτάγμασιν.
ἐπὶ τοῦ- ’τον γοῦν τὸν χρόνον ὁ τῶν τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν περιορίζεται ἀριθμὸς ἐφ’ ὃν καὶ κατέ- λῆξαν οἱ κατὰ τὸν Μώσεως νόμον ἐκ πατέρων δια- διαδοχῆς τὴν προστασίαν τοῦ ἔθνους καὶ τὴν ἱερωσύνην διειληφότες, οὓς χριστὸν ἡγούμενον τὴν θείαν ἐπὶ τοῦ παρόντος γραφὴν ὀνομάζειν ὑπολαμβάνω.
εἰ δὲ χρὴ καὶ τὸν κατάλογον ἐκθέσθαι τῆς τῶν ἀρχιε- ῥέων διαδοχῆς, τῶν ἐν τῷ δηλουμένῳ μεταξὺ χρόνῳ διαγενομένων, καὶ τοῦτο οὐδεὶς φθόνος εἰς παρά- στάσιν τῆς τῶν εἰρημένων ἀληθείας ποιήσασθαι. πρῶ- τος τοίνυν μετὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν, μετὰ τὴν ἀπὸ Βαβυ- λῶνος ἐπάνοδον, Ἰησοῦς ὁ τοῦἸωσεδὲκ, ὁ ἱερεὺς ὁ μέγας χρηματίσας, ἅμα Ζοροβάβελ ἄνεισιν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ θεμελίους καταβάλλεται τοῦ ἱεροῦ, ἀλλ’ ἐπισχεθέντος τοῦ ἔργου ὑπὸ τῶν περιοίκων, αἶ πρῶται ἑπτὰ ἑβδομάδες τῶν ἐτῶν αἶ διὰ τοῦ προφή-
διόπερ ὁ θεῖος λόγος τῆς συναφῆς τῶν λοιπῶν ἑβδομάδων ἀφορίζει τὰς πρώτας ἑπτὰ, εἰπὼν ἑβδομάδας ἑπτὰ, ἔπειθ’ ἐξῆς μετὰ διαστολῆς ἐπαγαγὼν “καὶ ἑβδομάδες ἐξήκοντα δύο.” ἑπτὰ γοῦν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν συμπλήρωσιν τῆς τοῦ ἱεροῦ οἰκοδομῆς ἑβδομάδες ἐτῶν εὑρίσκονται.
ἔνθεν ὁρμώμενοι τῷ σωτῆρι ἡμῶν ἔλεγον οἱ Ἰουδαῖοι τεσσαράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγε- ’ρεῖς αὐτόν;” ἀλλ’ οὗτοι μὲν τεσσαράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομῆσθαι τὸν ναὸν ἔφασαν. τοσαῦτα γὰρ ἀπὸ πρώτου Κύρου βασιλείας, ὃς πρῶτος ἀνῆκε τῆς Βαβυλῶνος τοὺς βουλομένους τῶν Ἰουδαίων εἰς τὴν οἰκείαν γῆν ἐπανιέναι, ἐπὶ τὸ ἕκτον ἔτος τῆς Δαρείου βασιλείας συνάγεται, καθ’ ὃν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς τέλος εἴληφεν.
ὅ γε μὴν ἐξ Ἑβραίων Ἰώσηπος καὶ ἄλλον τριετῆ χρόνον εἰς τὴν τῶν ἔξωθεν τῶν ἀμφὶ τὸν ναὸν κατασκευασμάτων συμπλήρωσιν ἔφησεν, ὥστ’ εἰκότως διὰ ταῦτα τὰς ἑπτὰ πρώτας εἰς ἴτη ἐννέα καὶ τεσσαράκοντα συντεινούσας ἀφωρίσθαι κατὰ τὸν τῆς προφητείας λόγον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείο υκαταριθμεῖσθαι βασιλείας συμβαίνει, καθ’ ὅν αὖθις Ἰησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ εἰς ἐκεῖνο τὴν ζωὴν παρατείνοντες ἄμφω προέστησαν τῆς τοῦ ἱεροῦ ἀνανεώσεως, προφητευόντων᾿ καὶ Ζαχαρίου, μεθ’ οὓς Ἔσρας καὶ Νεεμίας, ὁμοίως ἐκ Βαβυλωνος ἀνελθόντες, τὸ τεῖχος ἐδείμαντο τῇ πόλει, τὴν ἀρχιερωσύνην διέποντος Ἰωακείμου· παῖς δέ οὗτος ἦν [*](9 Jo. 2, 20. 17 loseph. A. J. XI. 4, 7.)
τούτων μέμνηται καὶ ἡ Ἔσρα γραφὴ λέγουσα ‟καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακεὶμ, καὶ Ἰωακεὶμ ἐγέννησε τὸν Ἐλιασὶβ, καὶ Ἐλιασὶβ ἐγέννησε τὸν Ἰωδαὲ, καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδδοῦ.”
κατὰ τοῦτον τὸν Ἰαδδοῦ ὁ Μακεδὼν Ἀλέξανδρος ᾿Αλεξάνδρειαν κτίζει, ὡς Ἰώσηπος ἱστορεῖ, ἀφικόμενός τε εἰς τὰ Ἱεροσόλυμα τῷ θεῷ προσκυνεῖ.
τελευτᾷ δὲ τὸν βίον Ἀλέξανδρος ἐν ἀρχῇ τῆς ἑκατοστῆς καὶ τεσσαρεσκαιδεκάτης Ὀλυμπιάσδος, μετὰ ἔτη διακόσια τριάκοντα ἕξ Κύρου, ὃς ἐβασίλευσε Περσῶν κατὰ τὸ πρῶτον ἔτος τῆς πέμπτης καὶ πεντηκοστῆς Ὀλυμπιάδος.
μετὰ δὲ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ μετὰ τὸν δηλωθέντα ἀρχιερέα Ὀνίας ἡγεῖται τοῦ ἔθνους, τῆς τῶν ἀρχιερέων καὶ αὐτὸς ἐπειλημμένος τιμῆς· καθ’ ὃν Σέλευκος Βαβυλῶνα κρατήσας τὸ τῆς Ἀσίας περιτίθεται διάδημα, ἔτει δωδεκάτῳ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν, καθ’ ὃν συνάγεται ὁ πᾶς χρόνος ὁ ἀπὸ Κύρου εἰς ἔτη διακόσια τεσσαρακονταοκτώ.