Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

φέρονται δὲ αὗται Ἀφρικανοῦ ἐν τῷ πέμπτῳ τῶν Χρονογραφιῶν, τοῦτον ἔχουσαι τὸν τρόπον·

“Η μὲν οὖν περικοπὴ οὕτω πως ἔχουσα πολλά τε καὶ παράδοξα σημαίνει· νῦν δὲ ὧν χρεία περὶ τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα.

ὅτι μὲν οὑν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα μετὰ ἑβδομάδας ἑβδομήκοντα μέλλοντος ἐπιφαίνεσθαι δῆλον. ἐπὶ γὰρ τοῦ σωτῆρος, ἢ ἀπὸ τούτου, τά τε παραπτώματα παλαιοῦται καὶ αἱ ἁμαρτίαι συντελοῦνται· διὰ δὲ τὴν ἄφεσιν αἵ

v.3.p.525
τε ἀνομίαι ἐξιλασμῷ μετὰ τόν ἀδικιῶν ἐξαλείφονται, δικαιοσύνη τε αἰώνιος καταγγέλλεται παρὰ τὴν ἐκ νόμου, ὁράσεις τε καὶ προφητεῖαι μέχρις Ἰωνάννου, χρίεται δὲ ἅγιος ἀγίων. πρὸ γὰρ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μόνον.

ἄρξασθαι δὲ τῶν ἀριθμῶν, τουτέστι τῶν ἑβδομή- κοντα ἑβδομάδων, ἅ ἐστιν ἔτη τετρακόσια ἐνενήκοντα, ὁ ἄγγελος ὑποτίθεται, ἀπὸ ἐξόδου λόγου τοῦ ἀπο- κριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλήμ· συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλεύοντος εἰκοστῷ ἔτει. Νεεμίας γὰρ ὁ τούτου οἰνοχόος δεη- θεὶς ἀποκρίσεως ἔτυχεν οἰκοδομηθῆναι Ἰερουσαλὴμ, καὶ λόγος ἐξῆλθε κελεύων ταῦτα. μέχρι μὲν γὰρ ἐκεί- νοῦ τοῦ χρόνου ἡ πόλις ἠρήμωτο.

Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκαστον ἐκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ μεγάλου ἱερέως καὶ Ζοροβάβελ κατελ- θόντες, καὶ οἶ ἐπὶ τούτοις ἅμαἜσρᾳ, τὸν νεὼν οἰκο- δομεῖν ἐκωλύοντο τὰ πρῶτα, καὶ τεῖχος τῇ πόλει περι- βαλεῖν, ὡς οὐ κεκελευσμένου τούτου.

ἔμεινεν οὖν ἴως Νεεμίου καὶ βασιλείας Ἀρταξέρξου καὶ τῆς Περσῶν ἡγεμονίας ἔτους πεντεκαιδεκάτου καὶ ἑκα- τοστοῦ· ἀπὸ δὲ τῆς ἁλώσεως Ἰερουσαλὴμ ἑκατὸν ὀγδοήκοντα πέντε ἔτη γίνεται. καὶ τότε βασιλεὺς Ἀρταξέρξης ἐκέλευσεν οἰκοδομηθῆναι τὴν πόλιν. Νε- ἐμίας δὲ καταπεμφθεὶς τοῦ ἔργου προέστη, ἡ δὲ ᾠκο- δομήθη πλατεῖα καὶ περίτειχος, ὡς προεφητεύθη. κἀκεῖθεν ἀριθμοῦσιν ἡμῖν ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν Χριστὸν συντελοῦνται.

εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται καὶ πλεῖστα ἄτοπα ἀπαντή- ἀπαντήσει. ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης κατα-

v.3.p.526
πομπῆς τὴν ἀρχὴν ποιησώμεθα τῆς ἀριθμήσεως τῶν ἑβδομάδων, εἰς ἔτη ἑκατὸν καὶ προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ’ ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγγελος προεφήτευσε, πολλῷ δὲ πλείων, εἰ ἀπ’ ἀρχῆς τῆς αἰχμαλωσίας.

εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσι διακοσίοις τριάκοντα περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τριακόσια ἑβδομήκοντα] παρατείνουσαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἑκκαιδέκατον ἔτος εἰς ἔτη ἐξήκοντα.

ἀπὸ δὲ Ἀρταξέρξου αἶ ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἰερουσαλὴμ ἀνοικοδομήσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει, καὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται τετρακόσαι ἑβδομήκοντα ἅπερ Ἑβραïκὰ τετρακόσια ἐνενήκοντα γίνεται, κατὰ τὸν σεληνιαῖον δρόμον τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὥς ἐστι πρόχειρον εἰπεῖν, ἡμερῶν τριακοσίων πεντήκοντα τεσσάρων, τοῦ ἡλιακοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τριακοσίων ἐξήκοντα πέντε τετάρτου· τὴν γὰρ κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέραις ἕνδεκα καὶ τετάρτῳ.

διὰ τοῦτο Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν. ὀκτάκις γὰρ τὰ ἕνδεκα καὶ τέταρτον ποιεῖ τρίμηνον. τὰ τοίνυν τετρακόσια ἑβδομήκοντα πέντε ἔτη ὀκταετηρίδες γίνονται πεντήκοντα ἐννέα καὶ μῆνες τρεῖς. ὡς τριμήνου δὲ ἐμβολίμου τῇ ὀκταετίᾳ γινομένης, ἔτη πεντεκαίδεκα ὀλίγων ἡμερῶν

v.3.p.527
ἀποδέοντα γίγνονται. ταῦτα δὲ πρὸς τοῖς τετρακοσίοις σίοις ἑβδομήκοντα πέντε ἔτεσιν αἶ ἑβδομήκοντα ἑβδομάδες συντελοῦνται.”

Ταῦτα μὲν οὖν Ἀφρικανός. εἰ δὲ χρὴ καὶ ἡμὰς οἰκείαν εἰς τοὺς τόπους ἀπόδοσιν εἰς μέσον ἀγαγεῖν, φημὶ μὴ μάτην μηδὲ ὧς ἔτυχε τὴν διαίρεσιν πεποιῆσθαι τὸν λόγον τῶν ἑβδομήκοντα ἑβδομάδων. διελὼν γὰρ αὐτὰς εἰς πρώτας ἑπτὰ, ἔπειθ’ ἑτέρας ἐξήκοντα δύο, καὶ μετὰ πλεῖστα τὰ μεταξὺ ἐπιλεγόμενα τὴν μίαν ἐπιθεὶς, οὕτω τὸν ἀριθμὸν τῶν ἑβδομήκοντα ἑβδομάδων ἀφωρίσατο.

λέγει δ’ οὖν καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου, τοῦ ἀπο- κριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱεροθσαλὴμ ἕως ἡμουμένου, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο.” εἶθ’ ἕτερά τινα μεταξὺ ἐπαγαγὼν τὴν τελευταίαν προστίθησι φήσας “καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία.”

ταῦτα δὲ ὅτι μὴ μάτην, μηδ’ ἄνευ τῆς θείας ἐπιπνοίας ἐσχεδίασται, πάνθ’ ὅντιν’ οὖν τῶν ὡς θεοῦ ῥήμασιν αὐτοῖς προσεχόντων ὁμολογήσειν ἡγοῦμαι.